Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

οὖν ἀσαφείας ἐν ἅπασι τούτοις ὑπαρχούσης, οὐδ’ ἐκ τῶν ἐπιφερομένων αὐτοῖς ἔνεστί τι πρὸς τὴν τῶν παρόντων ἐξήγησιν λαβεῖν, ὥσπερ οὐδ’ εἰς ἐκεῖνα· φησὶ γὰρ τὸ λαμπῶδες ἐν τούτοισιν οὐρηθὲν ὠφελεῖ. διττὴ δὲ καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶν ἡ ἀσάφεια, μία μὲν ἡ τοῦ λαμπῶδες τί σημαίνει, γραφομένου πρὸς τινῶν μὲν διὰ τῶν δυοῖν π π, πρὸς τινῶν δὲ διὰ τοῦ μ καὶ π, μία δ’ ἄλλη ἐν τούτοισιν, ἐν τίσι γὰρ λέγει; πότερον ἀναθήσει τοῖς προειρημένοις ἢ τοῖς ἐσχάτοις καὶ ποίοις ἐσχάτοις; δύναται γὰρ ἔσχατα λέγεσθαι καὶ πάνθ’ ὅσα μετὰ τὴν ἀρχὴν εἶπεν; ἆρα τούτοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐλθὸν λύγγα σημαίνει ἢ μόνα ταῦτα ἔσχατα εἰρήκει, κοιλίη ἔπαφρα χολώδεα προσδιέρχεται; καὶ μέντοι καὶ τούτοις ἅπασιν, ἐπὶ τῷ τέλει προσθεὶς, κοιλίαι τουτέοισιν ἐπιταράσσονται καὶ καταπαύσας ἐνταῦθα τὸν λόγον, οὐδ’ ἑνὸς ἕνεκα φαίνεται τῶν ἐν ἀρχῇ μνημονεύσας. τὰ γάρ τοι μεμωρωμένα καὶ τὰ κάτοχα μεγάλην βλάβην ἐνδεικνύμενα τοῦ τὸ τῆς ψυχῆς

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]