In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
ἡ προκειμένη ῥῆσις ἐοικυῖα τῷ κατὰ τὴν παροιμίαν ἐν
παιδιᾷ λεγομένῳ, ὤδινεν ὄρος καὶ ἔτεκε μῦν. πολλὰ γὰρ
εἰπὼν παθήματα, τινὰ μὲν ἐσχάτως ὀλέθρια, τινὰ δ’ ἧττον
ἐκείνων, ἔνια δὲ μέτρια λυγγὸς πρότερον ἔγραψε πρόῤῥησιν.
ἐφεξῆς δὲ τὸ λαμπῶδες, φησὶν, ἐν τούτοισιν οὐρηθὲν
ὠφελέει. τίσι φησὶ τούτοις; τοῖς καυστικοῖς, τοῖς μεμωρωμένοις
ἢ τοῖς κατόχοις ἢ οἷς ὑποχόνδρια ποικίλα καὶ
ἡ γαστὴρ ἐπηρμένη ἢ τοῖς ἀνορέκτοις ἢ τοῖς ἐπεσχημένοις
τὴν κοιλίαν ἢ οἷς ἐφίδρωσις ἢ οἷς τὸ πνεῦμα θολερὸν ἢ
οἷς ἂν ἔκκρισις γονοειδὴς ἢ τοῖς λύζουσιν ἢ οἷς ἡ
γαστὴρ ἔπαφρα καὶ χολώδεα προδιῆλθεν, ἐπειδὴ καὶ τοῦτο
αὐτὸ διττῶς γέγραπται, μετά γε τοῦ σ καὶ χωρὶς τοῦ σ,
ἕκαστον τῶν εἰρημένων προσήκει. ἤ τοι γὰρ οἷς ἕκαστον
τῶν εἰρημένων ἢ οἷς ἅπαντα εἰρῆσθαι προσήκει δέξασθαι.
τὸ γὰρ τούτοισιν ἀκόλουθόν ἐστι τοῖς καθ’ ἕκαστα, ὥστε
συνεπινοεῖται πάντως, εἰ μὴ τύχῃ λεχθέν. καὶ γὰρ ἓν ἕκαστον
αὐτῶν ὠφελέει τὸ λαμπῶδες οὐρούμενον, κἂν δύο
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]