In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
κὰν τρία κἂν πλείω συνέλθοι, τὴν ὠφέλειαν αὐτοῖς παρέχει.
θαυμαστὸν δ’ ἂν εἴη τοσαῦτα παθήματα διαφερούσαις
ἑπόμενα διαθέσεσιν ἄλλων καὶ ἄλλων μορίων μετὰ
τοῦ λαμπώδους ὠφελεῖσθαι, πάντως μὲν ἀφρώδους ὄντος,
εἴ γε λάμπειν ἴσμεν τὸ τοῖς οὔροις ἐποχούμενον λευκόν.
οἱ δ’ ἀφρῶδες πάντες φασὶν ὀνομάζεσθαι, γενομένου
δὴ τοῦ ἀφροῦ, πνευματικῆς οὐσίας ἀναμιγνυμένης ἢ τοῖς
ὠμοῖς καὶ φλεγματώδεσι χυμοῖς ἢ τηκεδόνι πιμελῆς, μετὰ
καὶ τοῦ διορισμοῦ δεῖσθαι τὴν ἀπόφασιν οἵου καὶ κατὰ τὴν
πρὸ ταύτης ῥῆσιν, ἐπὶ τῶν κρισίμως ἐκκρινομένων εἶπον.
ἅπαντα γάρ ἐστιν ἀγαθῶν τε καὶ κακῶν κρίσεων κοινὰ διοριζόμενα,
μάλιστα μὲν καὶ πρώτοις τοῖς τῆς πέψεως σημείοις,
ἃ διὰ παντὸς ἀγαθόν τι σημαίνει. σὺν αὐτοῖς δ’,
ὡς ἔφην, τῇ εὐφορίᾳ καὶ τὸ τὸν λυποῦντα χυμὸν ἐκκενοῦσθαι
καὶ τῷ τῆς ἡμέρας, ἐν ᾗ ταῦτα γίνεται, πιστῷ, παραλελειμμένου
ζητεῖν ἡμᾶς, εἰ μὴ λαππῶδες ἐπιγεγραμμένον
διὰ τῶν δυοῖν π π σημαίνει τὸ λαμπῶδες, ὃ διὰ τοῦ μ
καὶ π γράφουσί τινες. ὥσπερ γάρ ἐστι γεγραμμένον διὰ
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]