Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

πάντα ταῦτα; τὸ μὲν γὰρ ὅτι δύναται μετάστασις οὐ μόνον ἐπὶ κεφαλὴν, ἀλλὰ καὶ πᾶν ὁτιοῦν ἄλλο μόριον γενέσθαι τῶν λυπούντων, εἴτ’ οὖν τὸ μεσεντέριον εἴτε καὶ τὸ ἧπαρ πάσχειν βούλονται, συγχωρήσειεν ἄν τις· τὸ δ’ ὅπως μεταστήσεται πρὶν γενέσθαι τινὰ τῶν ἰδίων τῷ μορίῳ συμπτωμάτων, τοῦτ’ οὐχ οἷόν τε προγνῶναι. γενομένην μέντοι γνωρίσαι τὴν μετάστασιν καὶ μάλισθ’ ὅταν παύσηται τὰ πρότερον λυποῦντα. καὶ μέντοι καὶ τοιαῦται μεταστάσεις ἐπὶ ἀῤῥώστων ἐν τοῖς τῶν ἐπιδημιῶν γεγραμμέναι εἰσὶ, καθάπερ καὶ νῦν ἐγέγραπτο. τῶν δέ τινων εἰρημένων κατὰ τὴν κοιλίαν συμπτωμάτων, εἶτα ἀφανισθέντων ἐξαίφνης, ἤλγησεν ὁ κάμνων σφόδρα κατὰ κεφαλῆς, ἔφαμεν ἂν εἰς ταύτην γεγονέναι τὴν μετάστασιν. οὐ μὴν ὅ τί περ ἂν ἐργάζηται βεβαίως ἦν εἰπεῖν, πρὶν ἄλλο τι φανῆναι σημεῖον ἢ καταφορᾶς ἢ παραφροσύνης ἢ σπασμοῦ. δυνατὸν μὲν γὰρ καὶ τοῦτο γίγνεσθαι, δυνατὸν δὲ καὶ τὴν φύσιν ἰσχυροτέραν τοῦ νοσήματος εὑρεθεῖσαν, αἱμοῤῥαγίας ἐργάσασθαι διὰ ῥινῶν ἢ παρωτίδας ἐγεῖραι. μεμάθηκας γὰρ

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]