Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

τούτων ἁπάντων ἀρχομένων γίνεσθαι σημεῖον. πρὶν δ’ ἄρξασθαι τὸ τῆς κεφαλῆς ἄλημα μόνον ὑπάρχον, ὑποψίαν μὲν πάντων παρέχειν, βεβαίαν δὲ πρόγνωσιν οὐδενὸς ἐξ αὐτῶν.

Τὰ ἐπιῤῥιγοῦντα καὶ ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεβοδονώδεα ὄντα ἐν τοῖς ὕπνοις, ἔστιν ὅτε οὖρα ὑφ’ ἑαυτοὺς χαλῶντα, ἐς σπασμοὺς ἀποτελευτᾷ κωματώδεας.

Ἔργον ὁ ταῦτα γράψας πεποίηται καθ’ ἑκάστην ῥῆσιν ἢ ὄνομά τι τῶν ἀήθων ἢ σύνθεσιν ἐξευρίσκειν, ὥσπερ καὶ νῦν ἄμφω πεποίηκεν. ἀλλὰ τὸ μὲν τῆς ἀήθους συνθέσεως ἐν ἑκάστῃ ῥήσει γινόμενον, ἀπὸ τῶν παθῶν μεταβαίνοντος αὐτοῦ πρὸς τοὺς πάσχοντας ἢ ἀπ’ ἐκείνων ἐπὶ τὰ πάθη, παραλειπτέον ἡμῖν ἐστιν, ὅταν ὅσον ἐπὶ τούτων μηδεμίαν ἀσάφειαν ὁ λόγος ἴσχῃ. τὸ δὲ φλεβοδονώδεα καινὸν καὶ

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]