Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

τῷ φάναι σπασμώδη τὰ τοιαῦτα συμπτώματα ὑπάρχειν. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐχ ὁμοίως ἀκούειν προσήκει, λέγοντος εὐλαβοῦς ἀνθρώπου τὰς τοιαύτας φωνὰς καὶ τοῦ ῥᾳδίως ἀποφαινομένου περὶ τῶν κατὰ μέρος ὡς καθολικῶν. ὅταν γὰρ ὁ προπετὴς ἀμφιβάλλων εἴπῃ, ἔχει τι σπασμῶδες, ἐνδείκνυται σμικρὸν ἢ σπανίως γινόμενον εἶναι τὸ λεγόμενον. περὶ δὲ τῆς δυνάμεως ἑκάστου τῶν εἰρημένων συμπτωμάτων ἐν ταῖσδε ταῖς ῥήσεσιν ἁπάσαις, ὅσας κατὰ τὸ τρίτον ὑπόμνημα τοῦτο μεταχειρίζομαι, λέλεκταί μοι διὰ βραχέων μὲν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων, κατὰ διέξοδον δὲ ἔν τε τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασι καὶ μᾶλλον ἔτι κατά γε τὰ περὶ κρίσεων καὶ τὰς τῶν συμπτωμάτων αἰτίας. οὐκ ὀλίγα δὲ καὶ ἐν τοῖς τῶν ἐπιδημιῶν εἴρηται περὶ αὐτῶν· ἀρκέσει τοιγαροῦν ἐνταῦθα μόνην τὴν λέξιν ἐξηγεῖσθαι μετὰ τοῦ προσεπιφθέγγεσθαι πότερον ἀληθὲς ἢ ψευδές ἐστι τὸ λεγόμενον καὶ πότερον ὡς τὸ πολὺ ἢ ἀμφίδοξον ἢ σπάνιον. ἐφεξῆς δὲ τῷ ἔχει τι σπασμῶδες, γέγραπται τὸ ὑπάφωνον ὄνομα, τινῶν

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]