Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

λευκὰ συντελεῖ κατὰ συμβεβηκὸς εἰς τὴν πρόγνωσιν, ἐπειδὴ τὰ μὲν ὑδατώδη χωρὶς ἐναιωρημάτων λευκῶν, ἄπεπτον εἶναι τὸ νόσημα δηλοῖ. τὰ δὲ καὶ τὴν σύστασιν κατὰ φύσιν ἔχοντα καὶ πρὸς τοῦτο ἐναιωρήματα ἴσχοντα λευκὰ, πεπέφθαι δηλοῖ τὴν νόσον χωρὶς ὑποστάσεως. χρὴ τοίνυν αὐτὰ μὴ ἄπεπτα παντάπασιν εἶναι, μήτε πεπέφθαι τελέως, ἵνα ἡ φύσις ἀπόστασιν ἐργάσηται. τὰ δὲ ποικίλως ἔκλευκα καὶ δυσώδεα σπανίως μὲν ἀπόστασιν ἔχει γιγνομένην· εἰ δέ ποτε καὶ σχοίη, κακὴν ἕξει. καλῶς οὖν προσέθηκεν ἀπορῶν ἆρά γε οἷσι τὰ τοιαῦτα οὖρα στάξιες πυκναί; κακοήθειαι γὰρ ἐν τοῖς χυμοῖς οὖσιν ἀπέπτοις, κἂν ἐπὶ τὴν κεφαλὴν ἀνενεχθῶσιν, οὗτοι στάξεις μᾶλλον ἐκ ῥινῶν ποιοῦσι κακοήθεις, οὐ παρωτίδας. τὸ δὲ, ἆρά γε καὶ ἡ γλῶττα τούτοισι λείη; ἀπορητικόν ἐστιν. ἐπὶ γὰρ τοῖς προειρημένοις εὐλογώτερόν ἐστι καὶ πυρετοὺς κακοήθεις γίγνεσθαι καὶ γλῶτταν τραχύνεσθαι.

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]