Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum III (On Hippocrates' Epidemics III)

Kühn 1828

εἶναι κρίσιμον, ὥσπερ τὴν ἑνδεκάτην εἴρηκεν οὐκ ὀλιγάκις. ἔχεις δὲ τὰς ῥήσεις αὐτοῦ πάσας ἠθροισμένας ἐν τοῖς περὶ τῶν κρισίμων ἡμερῶν ὑπομνήμασιν, ἔνθα καὶ τεσσαρακοστὴ δείκνυται κρίνουσα τὰς νόσους, οὐχ ἡ τεσσαρακοστὴ δευτέρα, καθάπερ ᾠήθησαν ἔνιοι τῶν ὁλοκλήροις ἑβδομάσι τὰς περιόδους γίνεσθαι τῶν κρισίμων ἡμερῶν ὑπολαβόντων. εἰ δὲ διὰ μόνον τοῦτό τις ἡγεῖται τὸ νόσημα μὴ τελέως κριθῆναι, διότι δεκαταῖον ἵδρωσεν, οὐχ ἑνδεκαταῖος ὁ ὁ Πυθίων, οὐκ ὀρθῶς γινώσκει. τὸ γὰρ ἐλλιπὲς τῆς κρίσεως ἐκ τοῦ μηδέπω πεπέφθαι τὴν νόσον ἀναγκαῖον γίνεσθαι. πολλοὺς γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ ἡμεῖς ἐθεασάμεθα κριθέντας ἐν κρισίμοις ἡμέραις ἐλλιπῶς, διὰ μόνην τὴν τῶν οὔρων ἀπεψίαν. ἀμφοτέρων δ’ ἀλλήλοις συνελθόντων, τοῦ τε κατὰ μὲν δεκάτην ἡμέραν ἀσθενοῦς καὶ τῆς τῶν οὔρων ἀπεψίας, ἐχρῆν ἴσως μηδὲ κεκρίσθαι τὸν ἄνθρωπον ἢ μὴ ἐπὶ καλῷ τε καὶ κρισίμῳ. τάχ’ οὖν ἑνδεκάτῃ γεγραμμένον, οὐ δεκάτῃ, κατ’ ἀρχὰς εὐθέως ἡμαρτήθη, καθάπερ καὶ ἄλλα πολλὰ φαίνεταί τινα διὰ τοὺς

Work

Title: Galen: In Hippocratis Epidemiarum librum III
English: On Hippocrates' Epidemics III
Original: Ἱπποκράτους ἐπιδημιῶν γʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 17

Number: 1

Pages: 480-792

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_104.xml [575 Kb]