In Hippocratis Epidemiarum librum III (On Hippocrates' Epidemics III)
Kühn 1828
Οἱ μὲν πολλοὶ πότοι τά τε νεῦρα βλάπτουσι καὶ τὴν ἀρχὴν αὐτῶν τὸν ἐγκέφαλον. τὰ δ’ ἀφροδίσια καὶ ταῦτα μὲν ἱκανῶς λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἄῤῥωστον ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίσας πλῆθος ὁ νεανίσκος οὗτος, εἰκότως ἤρξατο μὲν ἀπὸ πυρετῶν μετρίων, ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενος ὕστερον εἰς φρενῖτιν ἀκριβῆ περιέστη. γίνεσθαι δ’ αὐτὴν ἐδήλου τότε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόσμιόν τε καὶ ἀεὶ σιωπηλὸν εἶναι τὸν νοσοῦντα, παρακροῦσαι μέτρια. τοῖς μὲν γὰρ κούφοις καὶ ταραχώδεσιν ἀνθρώποις ἐπὶ σμικραῖς προφάσεσιν αἱ παραφροσύναι γίνονται, τοῖς δ’ ἐναντίοις τὸ ἦθος ἐπὶ μεγάλαις αἰτίαις. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι τὸ διὰ τοῦ χρόνου προσέγραψε κατὰ τὸν ἔμπροσθεν ἄῤῥωστον ἐπεσκεψάμεθα. καὶ περὶ τῶν καθ’ ὑποχόνδρια παλμῶν ἐν ἄλλοις τε κᾀν τῷ προγνωστικῷ διῆλθον, ὥσπερ καὶ τῆς ὑπολαπάρου καθ’ ὑποχόνδριον ἐντάσεως, ὅτι τὴν χωρὶς ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων, ἐν διαθέσει δέ τινι διαμενόντων τῶν ἔνδον τοῦ περιτοναίου μορίων.
Work
Title: In Hippocratis Epidemiarum librum III
English: On Hippocrates' Epidemics III
Original: Ἱπποκράτους ἐπιδημιῶν γʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 1
Pages: 480-792
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_104.xml [575 Kb]