In Hippocratis Epidemiarum librum III (On Hippocrates' Epidemics III)
Kühn 1828
ἱερὸν ὁ Πυθίων ᾤκει, τίς ἀνάγκη τῆς ἀποχῆς αὐτῷ τῶν ἀφροδισίων, μήθ’ ἱερεῖ μήτε προπόλῳ τῆς θεᾶς ὄντι; πάντως γὰρ ἂν ἐπ’ αὐτοῦ τοιοῦτόν τι μᾶλλον ὁ Ἱπποκράτης ἔγραψεν ἢ ὅτι παρὰ Γῆς ἱερὸν ᾤκει. ἀλλ’ εἰ καὶ προπόλος ἢ ἱερεὺς ὑπῆρχεν, οὐκ ἦν ἀναγκαῖον αὐτῷ διὰ παντὸς ἀπέχεσθαι τῶν ἀφροδισίων, ὥσπερ εἰ Ἀρτέμιδος ἢ Ἀθῆνας ἦν ἱερεύς. ἀλλ’ ὅπερ ἔφην ἀρτίως, ἐλέγχειν σπουδῇ τὰ μὴ σπουδῆς ἄξια, τῶν ἀτόπων ἐστί. καὶ τοίνυν ἤδη παυσάμενος τῶν εἰς Πυθίωνα κακῶς εἰρημένων τοῖς ἐξηγηταῖς ἐπὶ τὸν ἑξῆς ἄῤῥωστον Ἑρμοκράτην μεταβὰς κατὰ τὸ συνηθέστερον ἐμαυτῷ τὰς ἐξηγήσεις ποιήσομαι, μὴ πάνυ φροντίζων ὧν ἔνιοι γεγράφασιν οὐκ ὀρθῶς, εἰ μὴ μεγάλη τις ἀνάγκη γένοιτο. πρότερον δὲ περὶ τῶν χαρακτήρων ἐρῶ τι.
Οὐκ οἶδ’ ὅπως ἐδυστύχησε καὶ τοῦτο τὸ βιβλίον ὥσπερ καὶ ἄλλα πολλὰ τῶν Ἱπποκράτους, τὰ μὲν ἄλλως διεσκευασμένα,
Work
Title: In Hippocratis Epidemiarum librum III
English: On Hippocrates' Epidemics III
Original: Ἱπποκράτους ἐπιδημιῶν γʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 1
Pages: 480-792
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_104.xml [575 Kb]