Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum III (On Hippocrates' Epidemics III)

Kühn 1828

τὰ δὲ τοῖς ὑπ’ αὐτοῦ γεγραμμένοις παρακείμενόν τι ἔχοντα. βέλτιον δ’ ἦν ἴσως φάναι μὴ τὸ βιβλίον ἐν δυστυχίᾳ γεγονέναι, τοὺς δ’ ἀναγινώσκοντας ἡμᾶς αὐτῷ χρόνον ἀπολλύντας εἰς ἄχρηστον πρᾶγμα. προσγέγραπται γοῦν ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῶν συμβαινόντων τῷ Πυθίωνι. πρῶτον μὲν ὁ τοῦ π γράμματος χαρακτὴρ ἔχων ὀρθίαν μέσην γραμμὴν, ὡς ἔνιοι γράφουσι τῶν ἐννεακοσίων χαρακτῆρα. μετὰ ταῦτα δ’ ἐφεξῆς γέγραπται τοῦ π γράμματος ὁ χαρακτὴρ οὐδὲν ἔχων ἐν μέσῳ. καὶ μετὰ τοῦτον τοῦ ου καὶ μετ’ ἐκεῖνον τοῦ μ, ὑστάτου δὲ τοῦ υ. ζητεῖν οὖν ἠναγκάσθημεν ὅ τί ποτε σημαίνουσιν χαρακτῆρες οὗτοι, κατὰ τοῦ μηδὲ γινώσκειν ἡμᾶς εἴθ’ Ἱπποκράτους ἦν ἤ τις ἄλλος ὁ γράψας τὰ τοιαῦτα καθ’ ἕκαστον τῶν ἀῤῥώστων. ἀλλὰ καὶ τοῦτο αὐτὸ ζητεῖν ἀναγκασθέντες ἐνοήσαμεν, εἰ μὲν ὥσπερ ἐν τούτῳ βιβλίῳ τοὺς τοιούτους χαρακτήρας εὑρήκαμεν, οὕτω κᾀν τοῖς ἄλλοις ἅπασι τῶν ἐπιδημιῶν ἐφαίνοντο προσγεγραμμένοι τῇ διηγήσει τῶν συμβάντων τοῖς ἀῤῥώστοις, ἴσως ἂν ἦν εὔλογον ὑφ’ Ἱπποκράτους αὐτοὺς προσγεγράφθαι φάναι, μήτε δ’ ἐν τοῖς ἄλλοις βιβλίοις

Work

Title: Galen: In Hippocratis Epidemiarum librum III
English: On Hippocrates' Epidemics III
Original: Ἱπποκράτους ἐπιδημιῶν γʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 17

Number: 1

Pages: 480-792

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_104.xml [575 Kb]