In Hippocratis Epidemiarum librum VI 1-2 (On Hippocrates' Epidemics VI 1-2)
Kühn 1828
ὁ Ταραντῖνος καὶ ὁ Ἐρυθραῖος Ἡρακλείδης καὶ πρὸ αὐτῶν
Βακχεῖός τε καὶ Γλαυκίας. εἰ μὲν οὖν μετὰ τὸ δηλῶσαι
τὴν παλαιὰν γραφὴν ἔλεγον ἡμαρτῆσθαι τὴν λέξιν,
εἰκὸς εἴη ἂν καὶ διὰ τοῦτο ἐπινοεῖν αὐτοὺς τὴν Ἱπποκράτους
γραφὴν εἶναι τήνδε τινὰ, κᾂν ἀπεδεξάμην αὐτοὺς,
εἴ γε μετὰ τὴν ἐπανόρθωσιν ἑώρων διδάσκοντάς τι χρήσιμόν
τε ἅμα καὶ τῆς γνώμης ἐχόμενον τοῦ παλαιοῦ. ἐπεὶ
δὲ ἐνίοτε καὶ κατ’ ἄμφω σφάλλονται, πολὺ βέλτιον ἔδοξέ
μοι φυλάττοντι τὴν ἀρχαίαν γραφὴν, ἀεὶ μὲν σπουδάζειν
ἐκείνην ἐξηγεῖσθαι, μὴ δυνηθέντι δέ ποτε τοῦτο πρᾶξαι,
πιθανὴν τὴν ἐπανόρθωσιν αὐτῆς ποιεῖσθαι, καθάπερ ὁ
Ἡρακλείδης ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐποιήσατο κατὰ
τὴν λέξιν ἐκείνην ἐν ᾗ γέγραπται, πρὸς δὲ τὸ Ἀφροδίσιον
αἱ οὐραὶ ἔβλεπον. ἐπειδή περ τοῖς ἐξηγησαμένοις τὴν οὐραὶ
γραφὴν ἀπιθανῶς εἴρηται, τάχα, φησὶ, θύραι μὲν ἦν
γεγραμμένον διὰ τοῦ θ, τῆς μέσης δὲ γραμμῆς ἐν αὐτῇ
διαφθαρείσης ἔδοξεν ὁ βιβλιογράφος οὐραὶ γεγράφθαι. δυνατὸν
Work
Title: In Hippocratis Epidemiarum librum VI 1-2
English: On Hippocrates' Epidemics VI 1-2
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα αʹ-βʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 1
Pages: 793-1009
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-1.xml [393 Kb]