In Hippocratis Epidemiarum librum VI 1-2 (On Hippocrates' Epidemics VI 1-2)
Kühn 1828
εὑρεῖν ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀλλήλοις
διηνέχθησαν, ἔνιοι μὲν τὸ κατ’ ἴξιν, ὅπερ ἐστὶ τὸ κατ’ εὐθυωρίαν,
αἰτιασάμενοι· τοῖς μὲν γὰρ κατ’ ὀσφύν τε καὶ
ὅλως τὴν ῥάχιν ἐν πάθει τινὶ γενομένοις μορίοις ἐπὶ τὸν
ὀπίσθιον ἐγκέφαλον ἀνήκειν φασὶ τὴν εὐθυωρίαν· τινὲς δὲ
καὶ τῆς μήτρας αὐτῆς τοῖς μὲν τὰ ὄπισθεν πάσχουσι τὰ
κατὰ τὸ ἰνίον φασὶ συμπάσχειν, τοῖς δὲ τὰ πρόσω τὰ
κατὰ τὸ βρέγμα· τινὲς δὲ ἀποχωρήσαντες ἀπὸ τοῦ κατ’ εὐθυωρίαν,
ὃ δὴ καὶ κατ’ ἔξιν ὁ Ἱπποκράτης ὀνομάζει, συμπάσχειν
φασὶ τῇ μήτρᾳ τὸν ἐγκέφαλον, ὡς ἂν νευρώδει μορίῳ
νεύρων ἀρχὴν ὄντα αὐτὸν καὶ διὰ τοῦτο γίνεσθαι τὰς
καρηβαρίας, ἅτε δὴ πλείστου κατὰ τὸ βρέγμα κειμένου
τοῦ ἐγκεφάλου, κατὰ τοῦτο διασημαίνειν μάλιστα τὴν ὀδύνην.
ἔνιοι δὲ ἀσθενέστατον εἶναι τοῦτο τὸ μέρος τῆς κεφαλῆς
εἰπόντες εἰκότως φασὶ μειζόνως τῶν ἄλλων αὐτὸ πάσχειν.
ὅσοι μὲν γὰρ ἀπὸ τῶν μέσων τοῦ ἐγκεφάλου τῶν κατὰ τὸ
βρέγμα ἐπὶ τὰς μήτρας νεῦρα πεφυκέναι λέγουσι, τούτων
οὐδὲ μεμνῆσθαι καλὸν, ὥσπερ ἴσως οὐδὲ τῶν φασκόντων
Work
Title: In Hippocratis Epidemiarum librum VI 1-2
English: On Hippocrates' Epidemics VI 1-2
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα αʹ-βʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 1
Pages: 793-1009
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-1.xml [393 Kb]