
In Hippocratis Epidemiarum librum VI 1-2 (On Hippocrates' Epidemics VI 1-2)
Kühn 1828
προγνώσεως. ἐν σφοδροτάτῳ γὰρ ἐνίοτε πυρετῷ μετ’ ἀγρυπνίας
καὶ ἄσης καὶ δίψους καὶ δυσφορίας, ἔσθ’ ὅτε δὲ καὶ
παραφροσύνης, ἁπάντων ταραττομένων καὶ κλαιόντων τῶν
οἰκείων τοῦ κάμνοντος, ἔνεστιν ἐπιστημονικῶς προειπόντα
ῥῖγός τε καὶ ἱδρῶτα καὶ λύσιν τοῦ νοσήματος, Ἀσκληπιὸν
εἶναι δοκεῖν. ἐπὶ δὲ τοῦ νῦν λεγομένου, πρῶτον μὲν οὐ
σαφές ἐστιν ὃ λέγει. δεύτερον δὲ κᾂν ἁπάσας αὐτοῦ τὰς
πιθανὰς ἐκδοχὰς ὑπόθηταί τις ἔχεσθαι τῆς τοῦ γράψαντος
γνώμης, οὐδὲν ἐξ αὐτῶν ἐστι προειπεῖν ὑποκείσθω γάρ τι
νήπιον βῆττον, ἅμα γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ,
κᾄπειτα κρινόμενον ὁπωσοῦν ἐν ᾗπερ ἂν ἡμέρᾳ βούληταί
τις, εἴτ’ οὖν ὀγδοηκοστῇ μετὰ τὴν ἀποκύησιν, εἴθ’ ἑξηκοστῇ,
διττῶς γὰρ ἐξηγήσαντο τὴν λέξιν τήνδε, διμηνιαίῳ
τὸ σύμπαν εἰκοσταίῳ, τινὲς μὲν δὲ ἀπὸ γενετῆς διμηνιαῖον
εἶναι βουλόμενοι, καθ’ ἣν ἡμέραν κρίνεται τὸ παιδίον, εἰκοσταῖον
δ’ ἀφ’ ἧς ἡμέρας ἤρξατο νοσεῖν, τινὲς δὲ διμηνιαίῳ
γινομένῳ τὴν νόσον ἀρξαμένην κριθῆναι μεθ’ ἡμέρας
εἴκοσι, καὶ τούτων οὕτως ἐχόντων ἡμᾶς προλέγειν, ὅτι τούτῳ
Work
Title: In Hippocratis Epidemiarum librum VI 1-2
English: On Hippocrates' Epidemics VI 1-2
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα αʹ-βʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 1
Pages: 793-1009
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-1.xml [393 Kb]