
In Hippocratis Epidemiarum librum VI 1-2 (On Hippocrates' Epidemics VI 1-2)
Kühn 1828
τῶν ἐπιδημιῶν ἢ ταῦτα. οὐ γὰρ δήπου ἐκ τοῦ, δεύτερον
μὲν ἐκεῖνο, τοῦτο δ’ ἕκτον ἐπιγεγράφθαι, πρότερον τὰ κατ’
ἐκεῖνο γεγράφθαι νομιστέον, ἐν μὲν τοῖς πρὸς
ἔκδοσιν ὑπ’ αὐτοῦ γεγονόσιν, εὐλόγως τῆς τοιαύτης λέξεως
ἐμφαινομένης, ἐν δὲ τοῖς ὑπομνήμασιν οὐκ ἔτι. τὰ
γὰρ ἐν διαφόροις ἢ χάρταις ἢ δέλτοις ὑφ’ Ἱπποκράτους γεγραμμένα
τὸν υἱὸν αὐτοῦ Θεσσαλὸν ἀθροίσαντά φασι ταὐτὶ
τὰ δύο βιβλία συνθεῖναι, τό τε δεύτερον καὶ τὸ ἕκτον, ἔνιοι
δὲ καὶ τὸ τέταρτόν φασι. πρὸς ἔκδοσιν δ’ ὁμολογεῖται γεγονέναι
τὸ πρῶτόν τε καὶ τρίτον. διὸ καί τινας ἐπὶ προτέροις
τοῖς κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ὕστερα γέγραπται
τὰ κατὰ τοῦτο τὸ ἕκτον, εἰκός ἐστι θεασάμενον
ὕστερον αὐτὸν ἀπόστασιν εἰς τὰ κάτω γενομένην ἐπ’ ἀγαθῷ,
μὴ κατ’ ἴξιν, οὕτως γράψαι τὰ κατὰ τήνδε τὴν ῥῆσιν. εἰ
δ’ ἀπορῶν μὲν ἐνταῦθα, κρίνας δὲ ὕστερον ὑπὲρ ὧν ἀπορεῖ
βεβαίως ἀπεφῄνατο κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν,
ἐκείνοις μᾶλλόν ἐστι πιστευτέον. ἐν δ’ οὖν τούτοις οἷς νῦν
γράφει, καίτοι τὰ κυναγχικὰ ἐρυθήματα καὶ πλευρέων
Work
Title: In Hippocratis Epidemiarum librum VI 1-2
English: On Hippocrates' Epidemics VI 1-2
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα αʹ-βʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 1
Pages: 793-1009
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-1.xml [393 Kb]