In Hippocratis Epidemiarum librum VI 3-6 (On Hippocrates' Epidemics VI 3-6)
Kühn 1829
ἐζευγμένων ἀλλήλοις πραγμάτων καὶ πρώτη μὲν εἰρῆσθαι
συζυγία, καθ’ ἥν φησιν ἡ δέρματος ἀραιότης, ἡ κοιλίης
πυκνότης. ἔνιοι γὰρ διὰ τοῦτο πυκνὴν ἔχουσι τὴν κοιλίαν,
τουτέστιν ἐπεχομένην τε καὶ στεγνὴν, ὅτι διὰ τοῦ δέρματος
ἐκκενοῦται πολλά. καθάπερ αὖ πάλιν ἕτεροι δυσδιαφόρητοι
κατὰ τὴν ἐπιφάνειαν ὄντες οὐροῦσί τε πολλὰ καὶ διαχωροῦσι
κάτω. ἑτέρα δὲ πάλιν ἐφεξῆς γέγραπται συζυγία, ἡ δέρματος
σύνδεσις, ἡ σαρκῶν αὔξησις, ἔνθα δηλοῦται τὴν συναγωγὴν
καὶ σφίγξιν τοῦ δέρματος αἰτίαν γίνεσθαι
πολλάκις ἀμέτρου σαρκῶν αὐξήσεως. ἄλλη δὲ ταύτης
ἐχομένη συζυγία γέγραπται κατὰ τήνδε τὴν λέξιν.
ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις. νάρκωσιν
δ’ ἀκούσωμεν τὴν περὶ τὸ πέττειν τὰς τροφὰς ἀῤῥωστίαν
τῆς γαστρὸς, ἁπάντων δὴ ταύτην τῶν κατὰ τὸ
σῶμα παθῶν αἰτίαν γίνεσθαι. τὸ δ’ ἐφεξῆς εἰρημένον, ἡ
τῶν ἀγγείων ἀκαθαρσία, δύναται μὲν καὶ ταύτῃ τῇ συζυγίᾳ
συνάπτεσθαι. τὸ γὰρ μὴ καλῶς πεφθὲν ἐν τῇ γαστρὶ
τῆς τῶν ἀγγείων ἀκαθαρσίας πολλάκις αἴτιον γίνεται. δύναται
Work
Title: In Hippocratis Epidemiarum librum VI 3-6
English: On Hippocrates' Epidemics VI 3-6
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα γʹ-ζʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 2
Pages: 1-344
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-2.xml [627 Kb]