In Hippocratis Epidemiarum librum VI 3-6 (On Hippocrates' Epidemics VI 3-6)
Kühn 1829
φρέατος ἢ κρουνῶν αὐτῷ ποριζόμεθα τὴν ψύξιν, προθερμαίνοντες
μὲν, ἵν’ εὐαλλοίωτον γένηται. δέχεται γὰρ ἑτοιμότερον
εἰς ὅλον ἑαυτὸ τὴν ἐκ τῶν ὁμιλούντων ἀλλοίωσιν
ἕκαστον τῶν προθερμανθέντων ὑπὸ θερμότητος. ἀέρα δὲ
ψυχρὸν αὐτοῦ ψαύειν ἐπιτεχνώμενοι διὰ τὴν εἰρημένην
αἰτίαν. εἰ μὲν οὖν ἕνεκα τοῦ ψυχρὸν ἐργάσασθαι
τὸ ἑψηθὲν ὕδωρ ὑφ’ Ἱπποκράτους εἴρηται ταῦτα, πιθανῆς
εὐπορήσαμεν ἐξηγήσεως· εἰ δ’ ἕνεκα τοῦ τὸ μοχθηρὸν
ἐπανορθώσασθαι, σκεπτέον ἐφεξῆς ἀρξαμένους αὖθις ἀπὸ
τῆς ἑψήσεως, ἥτις ὅλον ὁμαλῶς χέουσα τὸ ὕδωρ ἐπιτήδειον
ἐργάζεται εἰς διάκρισιν. διαμενούσης μὲν οὖν ἐν αὐτῷ
τῆς ἐκ τοῦ τεθερμάνθαι κινήσεως ἀνάγκη μετεωρίζεσθαί
τινα τῶν ἐμφερομένων αὐτῷ παχυμερῶν σωμάτων.
Ἀπολλυμένης δὲ τελέως αὐτῆς τὰ μὲν γεώδη τῷ συμφύτῳ
βάρει καταφερόμενα πρὸς τὸν πυθμένα τοῦ περιέχοντος
ἀγγείου παραγενήσεται, τὸ δ’ ὕδωρ ἐποχήσεται τούτοις,
ὅπερ ἀτρέμα ἀποχέοντες εἰς ἕτερον ἀγγεῖον ἀβλαβῶς ἕξομεν
χρῆσθαι. Ζεῦξις δὲ οὐκ οἶδ’ ὅπως τὴν ἀρχὴν τοῦ δευτέρου
μορίου τῆς ῥήσεως οὕτως ἐξηγήσατο. βούλεται, φησὶν,
Work
Title: In Hippocratis Epidemiarum librum VI 3-6
English: On Hippocrates' Epidemics VI 3-6
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα γʹ-ζʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 2
Pages: 1-344
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-2.xml [627 Kb]