In Hippocratis Epidemiarum librum VI 3-6 (On Hippocrates' Epidemics VI 3-6)
Kühn 1829
τοῦ σώματος ὅλου γίνεται θρέψις. ἐπὶ τούτων οὖν ἀκούειν
σε χρὴ τοῦ προκειμένου λόγου. τῷ μὲν γὰρ ἥπατι καὶ τῇ
καρδίᾳ τὸ ἔμφυτον θερμὸν ἐξ ἀρχῆς ὑπάρχει πολὺ, ταῖς
σαρξὶ δὲ ἐκ τοῦ αἵματος ἐπεισέρχεται, καὶ διὰ τοῦτο ἀναγκαῖόν
ἐστι ψυχρὰς αὐτὰς εἶναι κατὰ τὰς τοιαύτας φύσεις
τῶν σωμάτων, ὁποῖα καὶ νῦν ἔγραψεν ὁ Ἱπποκράτης, ὡς ἂν
μὴ χορηγουμένας αἷμα δαψιλὲς, ἀλλ’ ὀλίγον τε καὶ μοχθηρόν.
ἀμφότερα γὰρ γίνεται τοῖς δυσκράτοις τὴν γαστέρα
κατὰ τὴν πυρώδη θερμασίαν, ὑπέρχεσθαι μὲν τὰ σιτία
διαφθειρόμενα καὶ διὰ τοῦτο ὀλίγης ἐξ αὐτῶν ἀπολαβεῖν
τὸ σῶμα τροφῆς, εἶναι δὲ καὶ αὐτὴν ταύτην οὐκ ἀγαθὴν
διὰ τὸ μὴ πεπέφθαι καλῶς. οὐ γὰρ οἷόν τε γεννηθῆναι
χρηστὸν αἷμα κατὰ τὸ ἧπάρ τε καὶ τὰς φλέβας, ἀπεπτηθέντων
τε καὶ διαφθαρέντων ἐν τῇ γαστρὶ τῶν σιτίων. εἰ
μὲν οὖν ὀλίγον, οὐ μὴν μοχθηρὸν ἦν τὸ κατὰ τὰς φλέβας
αἷμα, συνέβαινεν ἂν ἑλκύσαι αὐτὸ τὰς σάρκας, αὐτὰς μὲν
ἧττον τρέφον, ἐκκενοῦν δ’ ἐκείνας, ὡς συνεστάλθαι τε καὶ
φαίνεσθαι μόγις- ἐπεὶ δὲ οὐ μόνον ὀλίγον, ἀλλὰ καὶ μοχθηρόν
Work
Title: In Hippocratis Epidemiarum librum VI 3-6
English: On Hippocrates' Epidemics VI 3-6
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα γʹ-ζʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 2
Pages: 1-344
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-2.xml [627 Kb]