In Hippocratis Epidemiarum librum VI 3-6 (On Hippocrates' Epidemics VI 3-6)
Kühn 1829
σφίγγεται τὸ στόμιον ἑκατέρου τῶν ὀργάνων. ὅτι μὲν οὖν
οὐκ ἐπεσχέθη τῷ ὀρειτύπῳ τὰ οὖρα, λέλεκται κατὰ τὴν
ῥῆσιν· εἰ δ’ ἀπροαιρέτως ἢ κατὰ προαίρεσιν ἀπεκρίνετο,
τοῦτ’ οὐκέτι προσέθηκεν. εἰ μὲν οὖν σύγγραμμα πρὸς ἔκδοσιν
ἦν τὸ βιβλίον, ἐκ τοῦ προσγεγράφθαι δῆλον ἦν ὡς
οὐδὲ ἐγένετο, πάντως γὰρ ἂν ἐδήλωσεν αὐτὸ, μὴ γεγραμμένου
δ’ οὕτως, ἀλλ’ ὡς εἴρηται πολλάκις ἐν ὑπογραφαῖς
πρὸς ἀνάμνησιν. οὐδὲ γὰρ οὐδὲ περὶ τῶν διαχωρημάτων
ἔγραψέ τι. καίτοι καὶ ταῦτα ἀναγκαῖόν ἐστιν ἢ οὐδ’ ὅλως
ἐπεσχῆσθαι, ἀλλὰ τοῖς οὔροις ὡσαύτως ἀκουσίως ἐκρεῖν,
ἢ κατὰ προαίρεσιν ἀποκρίνεσθαι. ἀλλ’ εἰκὸς αὐτὸν εἰς
ἀνάμνησιν ὧν εἶδεν ἀρκεσθῆναι τῷ περὶ τῶν οὔρων ῥηθέντι.
τῆς γὰρ τῶν ἀποπατημάτων κενώσεως ὡσαύτως τοῖς οὔροις
γινομένης, εἰ μὲν ἐναντίον τι περὶ τὴν ἑτέραν αὐτῶν ἐγεγόνει,
πάντως ἂν ἐπεσημήνατο, τῶν δ’ αὐτῶν αὐτοῖς ἀκολουθησάντων
οὐκ ἦν ἀναγκαῖον ἀμφοτέρων μνημονεύειν,
Work
Title: In Hippocratis Epidemiarum librum VI 3-6
English: On Hippocrates' Epidemics VI 3-6
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα γʹ-ζʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 2
Pages: 1-344
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-2.xml [627 Kb]