In Hippocratis Epidemiarum librum VI 3-6 (On Hippocrates' Epidemics VI 3-6)
Kühn 1829
εἴτε τις ἄλλη κτῆσις, εἴτε δύναμις εἴη τις, εἴτε χωρίον,
εἴτε πίστις, εἴτε πρᾶξις, εἴτε αἴτιον, εἴθ’ ὁτιοῦν ἁπλῶς
ἄλλο. τινὲς δ’ οἴονται τοὺς πρωτοπαθοῦντας τόπους ἄλλων
ἀφορμὰς ὀνομάζειν αὐτὸν, ἀποδείκνυσθαί τε καὶ τοῦτο φασὶν
διὰ τῆσδε τῆς ῥήσεως. τὰς ἀφορμὰς ὁκόθεν ἤρξατο
κάμνειν σκεπτέον. εἰ δὲ καὶ τοῦτο τὸ σημαινόμενον,
ὡς πρόσθεν εἶπον, ὄντι καθόλου πολλῶν τοιούτων κατὰ
μέρος. οἱ μὲν γὰρ ῥήτορες, ὥσπερ γε καὶ οἱ ἱστορικοὶ καὶ
οἱ φιλόσοφοι ἀφορμὰς τῶν ἀνθρώπων ἐνεργείας εἰρήκασιν,
ὡς ἂν καὶ περὶ τούτων διαλεγόμενοι. μετενήνεκται δ’ ὑφ’
Ἱπποκράτους τοὔνομα, καθάπερ καὶ τὰ ἄλλα πολλὰ τῶν
φυσικῶν ἐνεργειῶν τε καὶ παθῶν. ἐν οἷς ἅπασι κοινόν
ἐστι τὸ ὁκόθεν ἤρξατο γενέσθαι. νῦν μὲν γὰρ ἐπὶ τῆς εἰρημένης
ῥήσεως ὁ Ἱπποκράτης ὁκόθεν ἤρξατο κάμνειν
ἔφη, δύναται δὲ ὡσαύτως λέγεσθαι καὶ τὸ ὁκόθεν ἤρξατο
πληΐζεσθαι, πολεμεῖν, εἰρηνεύειν, μάχεσθαι, φιλεῖν ἀλλήλους,
μισεῖν, τυραννεῖν καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτο. καὶ νῦν
οὖν τὴν πρώτην ἀρχὴν τοῦ πτερυγώδη τινὰ γίνεσθαι λέλεκται
Work
Title: In Hippocratis Epidemiarum librum VI 3-6
English: On Hippocrates' Epidemics VI 3-6
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα γʹ-ζʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 2
Pages: 1-344
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-2.xml [627 Kb]