In Hippocratis Epidemiarum librum VI 3-6 (On Hippocrates' Epidemics VI 3-6)
Kühn 1829
χωρὶς αἵματος χρηστοῦ, προσκειμένου δ’ ἐν τῇ τελευτῇ
τῆς ῥήσεως τοῦ, οὕτως, ἔνιοι μὲν ἀρχὴν αὐτὸ ποιοῦσι
τῆς ἑπομένης, ἔνιοι δὲ ταύτης πέρας. ἑκατέρως γὰρ ἐγχωρεῖ
γενέσθαι τὴν ἐξήγησιν, ὥστε περὶ τούτου μὲν οὐ χρὴ
φιλοπόνως ζητεῖν, ἐπὶ τὰ συνεχῆ δὲ μεταβῶμεν ἀρχὴν τῆς
ἑπομένης ῥήσεως ποιησάμενοι τὸ οὕτως. ἐπειδὴ τοῖς πλείστοις
τῶν ἐξηγητῶν ἔδοξεν ἐκεῖνο αὐτὸ τὸ πράττειν.
οὕτως τὸ κατασπᾶσθαι μαζοὺς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ
περιτετάσθαι, καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ
σαρκωθέντος τοῦτο γίνεται, αὕτη μὲν ἡ παλαιὰ ῥῆσις. μετεποίησαν
δὲ αὐτὴν οἱ μὲν μετ’ ὀλίγον, οἱ δὲ ἐπὶ πλέον,
ὥσπερ καὶ Σαβῖνος ὧδέ πως γράψας, οὕτως τὸ κατεσπάσθαι
μακροὺς ἰσχνοὺς, τοὺς δ’ ἀνεσπάσθαι, ἵνα τοὺς μὲν
ἰσχνοὺς καὶ χαλᾶσθαι καὶ μακροὺς φαίνεσθαι σημαίνηται,
τοὺς δ’ εὐτροφοῦντας ἀνεσπάσθαι. Ῥοῦφος δὲ καὶ τὴν παλαιὰν
ἐφύλαξε γραφὴν καὶ τὴν ἐξήγησιν τῶν παλαιοτέρων
ἐξηγητῶν ἐναντίον τι διδάσκουσαν τῇ Σαβίνου. κατεσπάθαι
μὲν γὰρ τοὺς εὐτροφοῦντας, ἀνεσπάσθαι δὲ
Work
Title: In Hippocratis Epidemiarum librum VI 3-6
English: On Hippocrates' Epidemics VI 3-6
Original: Ἱπποκράτους ἐπιδημιῶν ζʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα γʹ-ζʹ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 17
Number: 2
Pages: 1-344
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_105-2.xml [627 Kb]