
In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)
Kühn 1829
οἰκείων ἔργων τὴν φύσιν. ἐμοὶ μὲν ἱκανῶς, ὡς νομίζω, πεπλήρωται
τὰ τῆς ἐξηγήσεως. εἰ δέ τις ἐπιστημονικῶς ἐκμαθεῖν
βούλεται τὰ κεφάλαια τῶν εἰρημένων, ἐν μὲν τῇ τῶν
φυσικῶν δυνάμεων πραγματείᾳ περὶ τῶν τῆς γαστρὸς ἔχει
δυνάμεων ἀποδείξεις οὐκ ὀλίγας, ἐν δὲ ταῖς τῶν συμπτωμάτων
αἰτίαις περὶ τῶν ταχέως ἀποκρινομένων ἁπάντων.
ἐπεὶ δ’ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ περὶ κοιλίας κατεψεύσατό
τε τῶν ἑαυτοῦ πρεσβυτέρων, ἐτάραξέ τε καὶ συνέχει
τὴν ἔννοιαν τῆς λειεντερίας, ἄμεινον εἶναί μοι δοκεῖ καὶ
ταῦτα προσθεῖναι, καὶ πρῶτά γε αὐτὴν τὴν Ἐρασιστράτου
παραγράψαι ῥῆσιν ἔχουσαν οὕτως· περὶ δὲ τῆς καλουμένης
λειεντερίας ῥητέον. οἱ μὲν οὖν πρότερον ἰατροὶ εἰς τρία
μέρη διῄρουν τὸ πάθος, λειεντερίαν, δυσεντερίαν, τεινεσμόν.
καί τινες μὲν ἐν τοῖς ἐκκρινομένοις τὰς διαφορὰς του πάθους
θεωροῦντες καὶ λέγοντες. ὅτε μὲν γὰρ αἱματώδη τε
καὶ μυξώδη προχωροίη τὰ ἀπὸ τῆς κοιλίας, τότε μὲν δυσεντερίαν
τὸ πάθος ἐκάλουν. εἰ δ’ ἄπεπτα εἶεν τὰ διαχωρούμενα,
μεμιγμένα δὲ τοῖς αἱματώδεσί τε καὶ μυξώδεσι, λειεντερίαν,
Work
Title: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-195
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_106-2.xml [336 Kb]