
In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)
Kühn 1829
ὅτε δὲ ὑπίῃ χολώδεα τοῖς αἱματώδεσι καὶ μυξώδεσι
μεμιγμένα, τεινεσμὸν προσηγόρευον τὸ πάθος. ταυτὶ μὲν
οὖν ὁ Ἐρασίστρατος εἶπεν, οὐκ οἶδα τί δόξαν αὐτῷ προσθεὶς
τοῖς ἀπέπτοις διαχωρήμασιν αἱματώδη τε καὶ μυξώδη.
τοῦτο γὰρ οὐδεὶς προσέθηκεν οὔτε τῶν κατὰ τὸν αὐτὸν
αὐτῷ γεγονότων χρόνων ἐπιφανεστάτων, οἶον Φιλότιμος,
Ἡρόφιλος, Εὔδημος, οὔτε τῶν μετ’ αὐτὸν γενομένων τις
ἄχρι τῶν νεωτέρων τούτων τῶν περὶ τὸν Ἀρχιγένην, οὐ
μὴν οὐδ’, ὡς αὐτὸς εἶπεν, οἱ πρότεροι ἰατροὶ, τουτέστιν ὅσοι
πρεσβύτεροι τῶν Ἐρασιστράτου χρόνων. Διοκλῆς μὲν γὰρ
ἐν τῷ περὶ πάθους αἰτίας θεραπείας βιβλίῳ ταῦτα γράφει·
τὸ δὲ τρίτον γίνεται μὲν ὡς τὰ πολλὰ ἐκ δυσεντερίας, καλεῖται
δὲ λειεντερία. ἕπεται δ’ αὐτῇ καὶ διαχώρησις ὑγρὰ
καὶ ἀφρίζουσα καὶ ὠμὴ καὶ πολλὴ καὶ ταχεῖα μετὰ τὸ
πιεῖν καὶ φαγεῖν. Πραξαγόρας δ’ ἐν τῷ δευτέρῳ τῶν
συνεδρευόντων· τοῖς δὲ λειεντερικοῖς, φησὶν, ἐπειδὴ ὄλισθον
ἔχει τὸ ἔντερον καὶ οὐχ ἥκιστα τὸ περὶ τὴν νῆστιν, ἀνάγκη
ταχέως φέρεσθαι τὰ ἀπὸ τῶν σιτίων διαχωρήματα. εἶθ’
ἑξῆς ὅτι τοῖς ταχέως διεξερχομένοις ἀναγκαῖόν ἐστιν ἀπέπτοις
Work
Title: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-195
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_106-2.xml [336 Kb]