
In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)
Kühn 1829
πυρετὸς ἐπί τινι φλεγμονὴ τῆς κύστεως εἰκότως ἂν γένοιτο
καὶ ὅσῳ ἂν μείζων ᾖ καὶ χαλεπώτερον, τοσοῦτον εἰκὸς κἀκεῖ
ἂν αὐξάνεσθαι σύμπτωμα ὑπάρχοντα τῆς φλεγμονῆς. ὁ
δ’ εἰλεὸς, ὡς αὐτοὶ λέγουσιν, ἐπὶ τῇ φλεγμονῇ συνέστηκε
καὶ μόνην ἐλπίδα λύσεως ἔχει τὴν παῦλαν τῆς φλεγμονῆς,
ᾗ καὶ τὸν πυρετὸν ἀναγκαῖόν ἐστι συμπραΰνεσθαι. σημεῖον
οὖν ἀγαθὸν ἔστω τῆς λύσεως ἐπὶ τῶν κατὰ τὸν εἰλεὸν παθημάτων
πραϋνόμενος ὁ πυρετὸς ἢ λυόμενος, οὔτε δὲ ἐστι
σημεῖον ἢ αἴτιον ἀγαθὸν ἐπιγιγνόμενος ἢ αὐξανόμενος. ἴσμεν
γὰρ ἐκεῖνα μόνα τῶν νοσημάτων ὀνινάμενα πρὸς τῶν πυρετῶν,
ὅσα κατὰ ψύξιν σύνεστι ποτὲ μὲν αὐτὴν μόνην, ἐνίοτε
δὲ ἅμα χυμοῖς ὠμοῖς καὶ φλεγματώδεσιν ἢ φυσώδει πνεύματι
βέλτιον οὖν ἀγνοεῖν ὁμολογεῖν, ὅπως εἴρηται τὰ κατὰ
τὸν ἀφορισμὸν τοῦτον ὑφ’ Ἱπποκράτους. οὔτε γὰρ ὁ λόγος
ἐνδείκνυται τὴν ἀλήθειαν αὐτῶν οὔθ’ ἡ πεῖρα διδάσκει,
τρίτον δ’ οὐδὲν ἔχομεν ἄλλο πρὸς πίστιν, εἴ γε μὴ ὦπταί
ποτε τοιοῦτος ἄῤῥωστος οὔθ’ ὑφ’ Ἱπποκράτους οὔθ’ ὑφ’
Work
Title: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-195
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_106-2.xml [336 Kb]