Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)

Kühn 1829

χωρὶς μορίου φλεγμονῆς οἱ κατὰ τὰς φλέβας χυμοὶ σηπόμενοι πυρετοὶ ἀνάπτουσιν, ἐπ’ ἐκείνων μόνων ἔλεγον ὑπὸ πυρετοῦ τὸν ἄνθρωπον ὀχλεῖσθαι καὶ πυρετὸν ἔχειν αὐτὸν, ἐπ’ ἐκείνων δὲ καὶ τὰς διαφορὰς τῶν πυρετῶν ἔγραψαν, ἠπίαλον καὶ λειπυρίαν, ἑλκώδη τε καὶ τυφώδη καὶ λοιμώδη καὶ καῦσον. ἡπατίτην δὲ τὸν πυρετὸν καὶ σπληνῖτιν ἢ περιπνευμονίην ἢ πλευρίτην οὐδεὶς εἶπεν, ὥστε νῦν ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει περὶ τῶν αὐτῶν πυρετῶν μορίων ἄνευ φλεγμονῆς. κατὰ μέντοι τὰ πλεῖστα τῶν ἀντιγράφων οὐχ ὕδατος, ἀλλ’ ἱδρῶτος γέγραπται, τοιαύτην τινὰ ἔννοιαν ἐνδεικνυμένης τῆς γραφῆς· ἐὰν πυρετὸς μὴ ὑπὸ χολῆς ἔχῃ, πολὺς ἱδρὼς ἀπὸ τῆς κεφαλῆς καταῤῥέων λύει τὸν πυρετὸν, οὐ δήπου τῆς κεφαλῆς μόνης ἐκχεῖσθαι τὸν ἱδρῶτα λέγοντος τοῦ Ἱπποκράτους, ἀλλ’ ἀπὸ πρώτου φαινομένου μορίου περὶ παντὸς τοῦ σώματος δηλοῦντος. ἐπὶ ταύτῃ τῇ γραφῇ συμβήσεται τοὺς διὰ χολὴν πυρέττοντας ὑπὸ τῶν τοιούτων ἱδρώτων μηδὲν ὀνίνασθαι. καὶ μὴν ἐναργῶς γε λύονται πολλάκις οἵ τ’ ἄλλοι πυρετοὶ καὶ καθ’ οὓς ἡ ξανθὴ χολὴ

Work

Title: Galen: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-195

Publisher: Cnobloch, Leipzig

Download