Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)

Kühn 1829

Ἀριστοφάνης εἶπεν ἐν Ταγηνίταις ἄνθρωπον ἀμφοτέρωθεν ἀριστερόν. Ἱππῶναξ ἀμφιδέξιον ἔφη κατὰ τόνδε τὸν ἴαμβον.

Ἀμφιδέξιος γὰρ εἰ μὴ καὶ οὐχ ἁμαρτάνω.

ἄνδρες μὲν οὖν ἀμφοτέραις ταῖς χερσὶν ὡς δεξιαῖς χρώμενοι πολλάκις ὤφθησαν, γυνὴ δὲ οὐδεμία μέχρι δεῦρο, διὰ τὴν ἀσθένειαν τῆς φύσεως. εἴπερ γὰρ ἀμφοτέραις ταῖς χερσὶ διὰ ῥώμην τῆς κατὰ τὰ νεῦρα καὶ τοὺς μῦς δυνάμεως ἄνδρες τινὲς χρῶνται, δεόντως οὐδεμία γυνὴ χρήσεται, ᾗ γε ἀγαπητόν ἐστι τῇ δεξιᾷ μόνῃ χρῆσθαι μετρίως. τὰς γοῦν Ἀμαζονίδας αὐτός φησιν ἐπικαίειν τὸν δεξιὸν τιτθὸν, ἵνα εἰς τὴν πλησίον χεῖρα πλείονος τροφῆς ἀφικνουμένης εὐρωστία τις αὐτῇ προσγένηται, ὡς τῇ φύσει γε καὶ ταύτης ὑπαρχούσης ἀσθενοῦς. ἔνιοι μέντοι φασὶν ἀμφιδέξιον εἰρῆσθαι τὴν ἐν τῷ δεξιῷ μέρει τῆς μήτρας γινομένην. καὶ τούτων ἔτ’ ἀλογώτερον ἕτεροι περὶ τῶν ἑρμαφροδίτων ὀνομαζομένων τὸν λόγον εἶναί φασι τῷ Ἱπποκράτει

Work

Title: Galen: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-195

Publisher: Cnobloch, Leipzig

Download