Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)

Kühn 1829

καὶ διὰ τοῦτο κενώσεως χρῇζον, ἄμεινον νομίζουσι χέοντες πρότερον αὐτὸ μετὰ ταῦτα χρῆσθαι τῇ φλεβοτομίᾳ, χεθήσεσθαι δὲ πιόντων τὸν ἄκρατον νῶν καμνόντων καὶ λουσαμένων. ἀλλ’ οἱ ταῦτα λέγοντες ὅτι μηδέποτε διὰ πείρας ἦλθον ὧν λέγουσιν, ἀκριβῶς ἴσασιν οἱ τῶν ἔργων τῆς τέχνης τρίβωνες. οὔτε γὰρ οἶνον οὔτε λουτρὸν ἀνέχεται ἡ πληθωρικὴ διάθεσις ἄνευ μεγίστης βλάβης, ἀλλ’ ἔστι ταῦτα τὰ βοηθήματα ταχέως αἵματος ἐσφηνωμένου κατά τι μόριον ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶμα πλήθους. οὕτω γοῦν καὶ ὁ Ἀσκληπιάδης οἴνῳ χρῆται μετὰ τὴν τοῦ παντὸς σώματος κένωσιν, ὑπὲρ τοῦ τὰς ἐνστάσεις ἰᾶσθαι. πλήθους δ’ ὄντος ἐν ὁλῷ τῷ σώματι διαῤῥαγῆναι φθάνουσιν οἱ χιτῶνες ὀφθαλμῶν ἐν αὐτῷ τῷ πίνειν τε καὶ λούεσθαι. ὥστε εἰ μὲν ἄνευ πλήθους ἡ ὀδύνη γίγνοιτο, δι’ ἔμφραξίν τε καὶ σφήνωσιν αἵματος παχέος, ὀρθῶς μὲν λούσουσί τε καὶ οἶνον δώσουσιν, οὐκ ὀρθῶς δὲ φλεβοτομήσουσιν· εἰ δὲ πλῆθος εἵη, καλῶς μὲν φλεβοτομήσουσιν, οὐκ ὀρθῶς δὲ λούσουσι καὶ οἶνον δώσουσιν.

Work

Title: Galen: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-195

Publisher: Cnobloch, Leipzig

Download