Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)

Kühn 1829

κατ’ ἐπιγάστριον περιτοναίου χώραν, ἐν ᾗ καὶ τὸ κατὰ τοὺς ὑδέρους ἀθροίζεται. εἰς δὲ τὸ ἐπίπλοον οὐχ οἷον τε ῥαγῆναι τὸ ὕδωρ ἄνευ τοῦ διαβρωθῆναί πως αὐτό. στεγανὸν γάρ ἐστι πανταχόθεν, ὡς μηδὲν εἰς αὐτὸ παρεμπεσεῖν ἐκ μηδενὸς ἄλλου μορίου, πλὴν ἐκ γαστρὸς καὶ κώλου καὶ σπληνὸς, ἐκείνων τε τῶν μερῶν, ὅθεν ἐκπέφυκεν· ἢ τοίνυν βούλεται διαβιβρώσκεσθαι τὸν περιτόναιον ἐν τοῖς δεξιοῖς δηλονότι μέρεσιν αὐτοῦ καθ’ ἃ πλησιάζει τῷ ἥπατι. ἢ εἰς τὸ ἐπίπλουν ἀκουστέον ἀντὶ τοῦ εἰς τὴν χώραν αὐτοῦ. τὸ δ’ ἐμπίπλασθαι τὴν κοιλίαν ὕδατος οὐκ ἐπ’ αὐτῆς εἴρηται τῆς τὰ σιτία δεχομένης γαστρὸς, ἀλλὰ τοῦ παντὸς κύτους, ὃ κάτω τοῦ θώρακός ἐστι, καθ’ ὁ σημαινόμενον οἵ τε προγάστορες λέγονται καὶ αἱ γυναῖκες ἔχειν ἐν γαστρί. τὸ δ’ ἀποθνήσκειν οἷς ἐνταῦθα τὸ ὕδωρ ἀθροίζεται σκεπτέον. ἢ γὰρ διηνεκῶς ἀκουστέον ἢ ὡς τὸ πολύ. σώζονται γοῦν ἔνιοι καὶ τῶν ὑδερικῶν, καίτοι τῆς τοιαύτης χώρας αὐτοῖς ὕδατος ἐμπλησθείσης. οὐ μὴν οὐδ’ ἀδύνατόν ἐστιν ὥσπερ ἐπ’ ἐκείνων, διά τε τῶν ὑδατώδη καθαιρόντων φαρμάκων καὶ προσέτι

Work

Title: Galen: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-195

Publisher: Cnobloch, Leipzig

Download