In Hippocratis Aphorismi VI-VII (On Hippocrates' Aphorisms VI-VII)
Kühn 1829
Τοῖσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα.
Ὅτι μὲν οὖν ὅσα ξηραίνει βοηθήματα τῶν ὑγρῶν παθημάτων ἐστὶν ἰατικὰ πρόδηλον, εἴ γε δὴ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. ὅτι δὲ καὶ ὁ λιμὸς ξηραίνει κατὰ συμβεβηκὸς οὐκ ἄδηλον. ἐὰν γὰρ ἀποῤῥέῃ μέν τι τοῦ σώματος, ὡς καὶ πρόσθεν, ἀναπληρῶται δὲ μηκέτι ὑπὸ τροφῆς τὸ κενούμενον, ἀναγκαῖον αὐτῷ ξηρότερον γενέσθαι. δῆλον γὰρ ὅτι τῶν κατὰ τὸ ζῶον ἑκάστου μερῶν ἀπέρχεται πρότερον ὅσον ἂν ὑγρότερον ᾖ, ὡς ἂν καὶ αὐτῆς τῆς ἀποῤῥόης γιγνομένης, διὰ τὸ λεπτύνεσθαί τε καὶ εἰς ἀτμὸν λύεσθαι τὸ σῶμα διὰ διττὴν αἰτίαν, ἔξωθεν μὲν ὑπὸ τοῦ περιέχοντος, ἔνδοθεν δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας· ἀμέλει τῶν φωλευόντων τῶν ζώων, ὡς ἂν μήτ’ ἔξωθεν ἔτι θερμαινομένων μήτ’ ἔνδοθεν. ὅλως οὐδὲν ἢ παντάπασιν ὀλίγιστον ἀποῤῥεῖ, καὶ διὰ τοῦτο τινὰ μὲν αὐτῶν οὐδ’ ὅλως
Work
Title: In Hippocratis Aphorismi VI-VII
English: On Hippocrates' Aphorisms VI-VII
Original: Ἱπποκράτους ἀφορισμοὶ ζʹ-ηʹ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-195
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_106-2.xml [336 Kb]