
Adversus Lycum (Against Lycus)
Kühn 1829
μὲν ἐξηγητικὰ τῶν Ἱπποκράτους ἀφορισμῶν ὑπομνήματα,
λωβᾶται δὲ τοῖς δόγμασι τἀνδρὸς ἑκατέρωθεν οἷς τε ψέγειν
καὶ οἷς ἐπαινεῖν τινα τῶν ἐπ’ αὐτοῦ λεγομένων οἴεται καὶ
δι’ ὧν ἀντιλέγειν ἐπιχειρεῖ. τά τε γὰρ ἐπαινούμενα Λύκου
φαντάσματά ἐστιν, οὐχὶ Ἱπποκράτους δόγματα, δι’ ὧν τε
ἀντιλέγει δῆλός ἐστι μηδὲ τὰ στοιχεῖα τῆς Ἱπποκράτους
τέχνης ἐπιστάμενος. ὅτῳ δ’ οὐκ ἔστι τῶν στοιχείων ἐπιστήμη,
σχολῇ γ’ ἂν οὗτος οὐ τὰς συλλαβὰς εἰδείη τῆς τέχνης
ἐκείνης ἢ τῶν ἀπ’ αὐτῆς. εἰ μὲν οὖν ἐγὼ πρῶτος ἢ
μόνος ἔλεγον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ
τὰ τῶν ζώων σώματα συγκεῖσθαι νομίζειν Ἱπποκράτην,
τάχα ἂν ἴσως εὐλαβέστερον ἐνεκάλουν Λύκῳ πρὶν γνῶναι
τὰ στοιχεῖα τῆς Ἱπποκράτους τέχνης ἐπιχειροῦντι τῶν συγγραμμάτων
αὐτοῦ γράφειν ἐξηγήσεις. οὔτε γὰρ ὅσοι δόγμασιν
ἐναντίοις ἐνεγράφησαν οὔθ’ ὅσοι μήτε τὰ πρῶτα γινώσκουσι
τῆς τέχνης χρήσιμα εὔλογον ἐξηγεῖσθαι τοὺς ἀφορισμοὺς,
ἀλλ’ ὥσπερ μεμαθήκασι μὲν ἐκ τῆς παιδικῆς
ἡλικίας, ἐπαινοῦσι δὲ πάλιν ἢ ψέγουσιν αὐτοῦ τὰ δόγματα.
Work
Title: Adversus Lycum
English: Against Lycus
Original: Πρὸς Λύκον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 196-245
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_107.xml [97 Kb]