
Adversus Lycum (Against Lycus)
Kühn 1829
καὶ θερμανθέντες ἔξω τοῦ κατὰ τὴν ὑγείαν πλάτους
εἰς πυρετὸν ἀγόμεθα. καὶ τοίνυν καὶ τῶν πυρετῶν αὐτῶν
ἔνιοι μὲν ἀκριβῶς εἰσι ξηροὶ, καθάπερ οἱ ἀκριβῶς καῦσοι,
τινὲς δὲ ἐσχάτως ὑγροὶ, καθάπερ οἱ τυφώδεις ὀνομαζόμενοι.
εἰ δ’ οὐ χαίρει τις τοῖς οὕτω καλουμένοις ἢ κατ’ ἄλλου
πράγματος ἐπιφέρειν εἴθισται τὰς εἰρημένας προσηγορίας,
ἐγὼ τούτῳ τῷ λόγῳ διηγήσομαι τοὺς ὑγροὺς πυρετοὺς ὁποίους
εἶναί φημι. ἱδροῦσι μὲν οἱ κάμνοντες ἀπὸ πρώτης ἡμέρας,
ἐν δ’ αὐτοῖς ἱδρῶσιν ἢ μετρίως ἢ οὐδὲν ὀνινάμενοι, τούτους
ὑγροὺς ἐγὼ τοὺς πυρετοὺς ὀνομάζω, ξηροὺς δὲ ἔμπαλιν ἐκείνους
καλῶ τῶν πυρετῶν, οἷς δίψα σφοδρὰ καὶ γλῶττα ξηρὰ
καὶ δέρμα σκληρὸν οἷόν περ βύρσα καὶ πολὺς αὐχμὸς ἐν
ἅπαντι τῷ σώματι. καὶ μὴν καὶ ἕτεροί τινές εἰσι πυρετοὶ
τὴν διαπνοὴν ὅλου τοῦ σώματος ἔχοντες ἀνιαρὰν τοῖς ἁπτομένοις,
ὡς νύττεσθαί τε καὶ δάκνεσθαι δοκεῖν, διχῶς καὶ
τούτου γινομένου, ποτὲ μὲν ἀερώδους ξηροῦ τοῦ προσπίπτοντος
ἡμῖν, ἔστι δ’ ὅτε ὑγροῦ πως φαινομένου, καθάπερ
ἀτμοῦ τινος. τοιαύταις ἰδέαις ἀλλήλων διαφέρουσι καὶ
Work
Title: Adversus Lycum
English: Against Lycus
Original: Πρὸς Λύκον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 196-245
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_107.xml [97 Kb]