Adversus Lycum (Against Lycus)
Kühn 1829
τῆς διαφορᾶς, ἐπὶ δὲ τῶν ἡμετέρων σωμάτων ἀναίσθητός
ἐστιν ἐνίοτε μὲν ἰσχυροτάτης θερμασίας οἷον φλογὸς,
ἐνίοτε δὲ ἀνιαρᾶς καὶ δακνώδους οἷόν περ καπνοῦ. θαυμάζω
δὲ οὐδὲν ἧττον, εἰ μὴ συγχωρεῖ τὰς κατὰ τὸ θερμὸν
ἐν τοῖς ζώοις δυσκρασίας ἀνάλογον ἔχειν ταῖς κατὰ τὰ βαλανεῖα
καὶ τὰς οἰκίας· ὡς οὖν ἐν ταῖς οἰκίαις ἄλλος μὲν ἀήρ
ἐστιν οἴκου καπνώδους, ἄλλος δὲ ἁπλῶς θερμοῦ, κατὰ τὸν
αὐτὸν οἶμαι τρόπον ἕτερος τούτων ἐναργῶς ἐστὶν ἐν
ᾧ πλῆθός ἐστι καιομένων λύχνων ἢ δᾳδὸς ἅμα λιγνύσι, καὶ
τοίνυν καὶ καλοῦμεν, ὥσπερ τὸν ἕτερον ἀέρα καπνώδη, λιγνυώδη
τοῦτο, ἐξ ὑπεροπτήσεως ὕλης γενόμενον. ἡ γάρ τοι
λιγνὺς ταύτῃ τοῦ καπνοῦ διενήνοχε, καίτοι γε ἀμφοῖν περιττωμάτων
ὑπαρχόντων φλογὸς, ὅτι ἡ λιγνύς ἐστι μὲν κατωπτημένης
ὕλης γεώδης ἀναθυμίασις, καπνὸς δὲ
οὔθ’ ὑπερωπτημένης οὔτε γεώδης, ἀλλ’ ἡμικαύστου τε καὶ
συμμιγοῦς ἔξ ὑγρᾶς καὶ γεώδους οὐσίας. ὅστις οὖν ἐπαιδεύθη
νομίμως ἐν Ἱπποκρατείοις δόγμασιν, ἔμαθεν οὗτος
ὡς τῆς ὀνομαζομένης ἤδη συνήθως ἅπασι τοῖς ἰατροῖς ἀδήλου
Work
Title: Adversus Lycum
English: Against Lycus
Original: Πρὸς Λύκον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 196-245
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_107.xml [97 Kb]