Adversus Lycum (Against Lycus)
Kühn 1829
ἁπάσας αὐτὰς, καθόσον εἰσὶν ἡδοναὶ, φάσκων ὁμοιοτάτας
αὐτὰς ὑπάρχειν, ἀλλ’ ὅ γε Σωκράτης ἀπαντᾷ τῷ λόγῳ τῷδε.
καὶ γὰρ χρῶμα, ὦ δαιμόνιε, χρώματι κατά γε αὐτὸ τοῦτο
οὐδὲν διοίσει, τῷ χρῶμα εἶναι τὸ πᾶν. τό γε μὴν μέλαν
τῷ λευκῷ πάντες γινώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι
καὶ ἐναντιώτατον ὂν τυγχάνει. καὶ δὴ καὶ σχῆμα σχήματι,
κατὰ ταὐτὸν γένει μέν ἐστι πᾶν ἕν. τὰ δὲ μέρη τοῖς μέρεσιν
αὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητα
ἔχοντα μυρίαν που τυγχάνει. καὶ πολλὰ ἕτερα οὕτως
ἔχοντα εὑρήσομεν, ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε τῷ
πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι. αὕτη μὲν ἡ περὶ χρωμάτων
τε καὶ σχημάτων ῥῆσις. ἡ δὲ περὶ τῶν ἡδονῶν ἥδε·
ἥδεσθαι μέν φαμεν τὸν ἀκολασταίνοντα, ἥδεσθαι δὲ καὶ τὸν
σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν, ἥδεσθαι δ’ αὖ καὶ τὸν
ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστὸν, ἥδεσθαι
Work
Title: Adversus Lycum
English: Against Lycus
Original: Πρὸς Λύκον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 196-245
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_107.xml [97 Kb]