Adversus Lycum (Against Lycus)
Kühn 1829
ἐναργέστερον δέ ἐστιν, ὅσῳ καὶ πᾶσιν ἀνθρώποις ὁμολογούμενον,
ἐναντίον εἶναι τὸ λευκὸν τῷ μέλανι. καὶ μὴν,
εἵπερ ἀληθές ἐστι τοῦτο, νομίζουσι δὲ αὐτοὶ μὴ δύνασθαι
τοὺς λόγους ἀμφοτέρους ἀληθεύεσθαι, τόν τε ἐναντίον εἶναι
φάσκοντα τὸ λευκὸν τῷ μέλανι καὶ τὸν αὐτὸν οὐκ ὀρθῶς
ἐροῦσιν μηδὲν διαφέρειν ᾗ χρῶμά ἐστιν τὸ λευκὸν τοῦ μέλανος.
ὁ μὲν οὖν ἐν τῷ τοῦ Πλάτωνος γράμματι διαλεγόμενος
τῷ Σωκράτει, συγγνωστὸς ἦν ἴσως, κωλύων τὸν Σωκράτην
διαιρούμενον ἡδονὴν ἡδονῆς διαφορᾷ. οὐ γὰρ ἦν
που βιβλίον οὐδὲν τοιοῦτο διδάσκων, ὡς ἐγχωρεῖ πολλὰ πολλοῖς
ὄντα τῷ γένει ταὐτὰ διαφέρειν ὅμως εἰς τοσοῦτον, ὡς
ἐναντιώτατον ἀλλήλοις ἰδέαν τε καὶ φύσιν ἔχειν. ἐπεὶ δ’
ὑπὸ Πλάτωνος ὁ Φίληβος ἐγράφη διδάσκων τἀληθὲς, εἰ
μὲν οὐδ’ ὅλως ἀνέγνω τὸ βιβλίον ὁ Λύκος, ἄγαμαι τῆς
παιδείας τὸν Λύκον. εἰ δ’ ἀναγνοὺς οὐκ ἐνόησε, θαυμάζω
τῆς συνέσεως. εἰ δὲ νοήσας οὐκ ἐπείσθη, μακαρίζω
τῆς κρίσεως. ὦ πρὸς τοῦ Διὸς ἐρωτᾷ τίς λόγον οὐδὲ τὰ
Work
Title: Adversus Lycum
English: Against Lycus
Original: Πρὸς Λύκον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 196-245
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_107.xml [97 Kb]