Adversus Julianum (Against Julian)
Kühn 1829
τοὐλάχιστον ἐπιστάμενον τῆς Ἱπποκράτους τέχνης. καίτοι
δίκαιόν γε ἦν ἐκμαθόντα πρότερον αὐτὴν οὕτως ἐπιχειρεῖν
ἀντιλέγειν, ἣ τοῦτο μὲν ἴσως οὐκ ὀρθῶς εἶπον. οὐ γὰρ ἂν
ἐτόλμησε τοῖς ἀληθέσιν ἀντειπεῖν, εἵπερ ἔμαθεν αὐτὴν πλὴν
εἰ παντάπασιν ἀναίσχυντός τις ἦν οἷος καὶ ὁ νῦν ἐπὶ τῆς
Ἀλεξανδρείας γέγονεν Ἰουλιανὸς, οὖ βίβλους εἶναί φασιν
ὀκτὼ καὶ τεσσαράκοντα πρὸς τοὺς Ἱπποκράτους ἀφορισμοὺς,
ἐξ ὧν ἔναγχος ἔλαβε τὴν δευτέραν, ἐν ᾗ τὸν ἀφορισμὸν,
ὡς οἴεται, ψευδῆ εἶναι τοῦτον· ἐν τῇσι ταραχῇσι τῆς κοιλίης
καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γιγνομένοισιν,
ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ
εὐφόρως φέρουσιν, ἢν δὲ μὴ, τοὐναντίον. οὕτω δὴ καὶ κενεαγγείη,
ἢν μὲν οἷα δεῖ γίγνεσθαι γίγνηται, συμφέρει τε
καὶ εὐφόρως φέρουσι, ἢν δὲ μὴ, τοὐναντίον. χάρις γε τύχῃ
τοῦτο ἡμῖν πρῶτον ἐγχειρισαμένῃ τὸ βιβλίον, ὅπως μὴ μάτην
ὁ χρόνος τρίβοιτο μακρὸν ἀναγινωσκόντων ὧν ἔγραψε
πρὸς τὸν πρῶτον ἀφορισμὸν, ὧν ἑξῆς ἁπάντων ἐστὶ προοίμιον.
ἴσως γὰρ ἂν ἠναγκάσθην τι καὶ πρὸς ἐκεῖνα γράψας
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]