Adversus Julianum (Against Julian)
Kühn 1829
σώματος πάθη. τῷ γὰρ κατὰ φύσιν συνεστῶτι δύο ἂν ἐφεδρεύσειαν
τροπαὶ καὶ μεταβολαὶ ἀλλήλαις ἐναντίαι, ἢ συναγομένου
πλείω ἢ χεομένου βίᾳ, διανοητὰ ἂν δοκοίη λέγειν,
οὐ μὲν διαφυσικευομένοις τοῖς φιλοσόφοις καὶ περὶ τῆς τῶν
ὅλων ὕλης διειλεγμένοις, ἀλλ’ ἰατροῖς φυσικοῖς. αὕτη μέν
σοι μία ῥῆσίς ἐστι τῶν θαυμαστῶν Ἰουλιανοῦ λόγων, οἷς
ἀποχωρῶν ὧν ὁ Ἀσκληπιάδης καὶ Θεμίσων καὶ Θεσσαλὸς
ἔθεντο στοιχεῖα, ἐπὶ τοὺς προειρημένους ἥκει φιλοσόφους
ἀναιροῦντας ἐκ τοῦδε τοῦ κόσμου παντάπασι τὸ κενόν.
ἑτέρα δ’ ἐφεξῆς αὐτῆς ἥδε· ἀλλ’ ἐπιχωρήσειν καὶ μήτ’
ἐκείνης κατάσχοιμ’ αὐτὸ λοιπὸν τῆς γλώττης, ὡς μὴ εἴποιμι.
τί γὰρ ἂν ἐμοὶ τόδε; ἢ ὅτι ταῖσδε ταῖς τροπαῖς, ὥσπερ
ἠκολούθησεν ἡ τῶν στοιχείων γένεσις, οὕτω καὶ θερμοῦ φύσις
καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. ἐκείνων γὰρ πρώτων
τῶν γόνων ἔγγονα ποιήματα ἂν εἴη. ὅρα πῶς ἐν ὑψηλοτάτοις
θρόνοις καὶ μετεωροτάτοις καθημένη ἡ μέθοδος ἐλάνθανεν,
ἣν ὑπὸ ἐπιεικείας καὶ μετριότητος βουλόμενος λανθάνειν.
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]