Adversus Julianum (Against Julian)
Kühn 1829
ἀλλ’ οὕτως ἀεὶ καὶ περὶ νοσημάτων καὶ περὶ τῶν χυμῶν
διαλέγεται. εἴ τις ἐθέλοι μόνων τῶν εἰρημένων τριῶν ἀνδρῶν
ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων
δ’ οὕτως τις ὥσπερ Ἰουλιανὸς ἐπὶ τῆς Ἀλεξανδρείας
ἐσχόλαζεν. ἐὰν δὲ καὶ τῶν ἄλλων τῶν στωϊκῶν ἢ περιπατητικῶν
ἑκάστου ἐκλέγειν τὰς ῥήσεις, ὅλην βιβλιοθήκην
πληρώσει· ἀλλ’ ὥσπερ ἔφην, ἐάσας τούτους, ἀρκεσθήσομαι
μόνον τοῦ Πλάτωνος ῥήσεσιν, ἑπομένου κατὰ πάντα τοῖς
τοῦ Ἱπποκράτους δόγμασιν. οὐ μὴν οὐδὲ παρὰ τούτων
τῶν ἄλλων ἐκλέξας βιβλίων ὄντων πολλῶν, ἀλλ’ ἐξ ἑνὸς ἀρκεσθησόμενος
μόνου τοῦ Τιμαίου περιγράφομαι ταῦτα. τὸ
δὲ τῶν νόσων ὃ ξυνίσταται, δῆλόν που καὶ παντί. τεττάρων
γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς καὶ
ὕδατός τε καὶ πυρὸς καὶ ἀέρος, τούτων ἡ παρὰ τὴν φύσιν
πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας
ἐπ’ ἀλλοτρίαν γινομένη. πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ
πλέονα γένη ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον
ἑαυτῷ προσλαμβάνει καὶ πάνθ’ ὅσα τοιαῦτα, εἰ στάσεις
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]