Adversus Julianum (Against Julian)
Kühn 1829
ἡλίου, ἀλλ’ ἀνατέλλοντα μὲν αὐτὸν ὁρῶμεν ἐναργῶς,
ὥσπερ γε καὶ δυόμενον ἅπαντά τε τὸν μεταξὺ τόπον ἀμείβοντα
τάξει καὶ χρόνῳ ἀφωρισμένῳ, τὴν δ’ οὐσίαν ὁποῖός
τίς ἐστιν ἐπὶ χολῇ ζητοῦμεν. εἰ μὲν οὖν ἀδύνατον ἦν γνῶναι
τὰς φυσικὰς ἐκκρίσεις ὁπότε γίνονται, χωρὶς τοῦ προγνῶναι
τὴν οὐσίαν αὐτῆς ἐργαζομένης αὐτὰς φύσεως, εἰκότως
ἂν δείξας ἐκεῖνος ἄγνωστον, εὐθὺς αὐτῇ συνανῄρηκε
τὴν τούτων γνῶσιν. ἐπεὶ δ’ ἐγχωρεῖ κἂν ἐκείνην τις ἀγνοῇ,
ταύτας γοῦν γιγνώσκειν, ἐκ περιττοῦ φλυαρεῖ ταῦτα πάνθ’
ὁ θαυμασιώτατος Ἰουλιανός. ἡμεῖς γὰρ, ὅταν χωρὶς φαρμάκου
καθαίροντος ἔμετος ἢ συχνὴ κάτω γένηται κένωσις,
εἴτε δι’ ἐντέρων εἴτε κατὰ τὰς μήτρας, ἅπαντα τὰ τοιαῦτα
φύσει τε γεγονέναι φαμὲν ἢ ὑπὸ φύσεως ἢ φυσικῶς. οὐδὲν
γὰρ διαφέρει, μιμούμεθά τε φανερῶς ὠφελήσαντες τοὺς κάμνοντας.
Ἰουλιανὸς δ’ ἔοικεν οὐδ’ ὃ πάντες ἄνθρωποι λέγουσί
τε καθ’ ἑκάστην ἡμέραν καὶ γιγνώσκουσιν, οὐδὲ τοῦτ’
ἐπίστασθαι, κατὰ φύσιν μὲν ἔχειν τοὺς ὑγιαίνοντας, παρὰ
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]