Adversus Julianum (Against Julian)
Kühn 1829
ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν νοσοποιεῖ τὰ σώματα, κατὰ
ἔννοιαν συνεκτικοῦ αἰτίου, ὅθεν ἀποδεδειγμένον τὸ οὐκ ἐν
ὑγροῖς εἶναι αἴτια τῶν παθῶν, ψευδὴς γὰρ ἡ δόξα συναποδέδεικται
καὶ ἡ τοῦ ἀφορισμοῦ μοχθηρία, ὅτι ἀδήλῳ
σπέρματι ἕπονται ψεύδη. αὕτη μὲν ἡ ῥῆσις αὐτοῦ· κάλλιστον
δ’ ἦν, εἴπερ ἀνεχώρει γενέσθαι θέατρόν τι πληρώσαντας,
μὴ τοιοῦτον οἷον ὁ Θεσσαλὸς ὑποθέμενος ἐστεφάνωσεν
ἑαυτὸν ἐν τοῖς ληρώδεσι βιβλίοις, ἀλλ’ ὄντος μεστοῦ
ἀνδρῶν πεπαιδευμένων, ἐρέσθαι τὸν Ἰουλιανὸν, ὁποίας ὁρμώμενος
ἀποδεικτικῆς μεθόδου τὸν εἰρημένον ὑπ’ αὐτοῦ
ἀληθῆ λόγον νομίζει. γενήσεται γὰρ, εἴ τις ἑρμηνεύσει αὐτὸν,
ἐν ᾧ προσήκει τοιόσδε· τοῖς ἡγουμένοις ἐπὶ ταῖς κενώσεσιν
ὠφελεῖσθαι τοὺς κάμνοντας ἀναγκαῖόν ἐστι συνεκτικὸν
αἴτιον ὑποθέσθαι τῶν νόσων πλῆθος. εἰ δ’ ἀληθής
ἐστιν ὁ λόγος οὗτος, ἡδέως ἂν ὡς ἐπαίδευσα θεάτρου
πεπαιδευμένων ἀνδρῶν, ἵνα κἂν ἐκ τοῦ πλήθους αὐτῶν αἴσθηταί
ποτε τῆς ἐμπληξίας ὁ ληρώδης Ἰουλιανός. ἐκ μὲν
γὰρ αὐτῶν τῶν λεγομένων ἀδύνατον αἰσθέσθαι τοιούτῳ γε
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]