Adversus Julianum (Against Julian)
Kühn 1829
ἀλλὰ καὶ τὰς ἐν τοῖς μυσὶ χώρας κενὰς ἁπάσας καταλαμβάνοντος,
ἐξ ἐκείνου μάλιστα μαθήσῃ τοῦ γράμματος, ἐν ᾧ
περὶ τῶν παρὰ φύσιν ὄγκων ὁ λόγος ἐστί μοι. ὅτε δ’ οὐχ
οἷόν τε φλεγμονὴν ἅπασαν ἰάσασθαι ταχέως, ἐν τοῖς θεραπευτικῆς
μεθόδου γράμμασιν εἵρηται, κατ’ ἐκεῖνα μάλιστα
τὰ βιβλία, δι’ ὧν ἡ μέθοδος δείκνυται τῆς περὶ τῶν παρὰ
φύσιν ὄγκων ἰάσεως. ἐνίοτε γὰρ οὕτως ἰσχυρῶς καὶ δυσλύτως
ἐμπλάττονται ταῖς σαρξὶ γλίσχροι καὶ παχεῖς χυμοὶ,
ὥστε κίνδυνον εἶναι χρονιζόντων αὐτῶν ἀκολουθήσειν σκίῤῥον.
ἀλλ’ οἱ μηδὲν τούτων εἰδότες, ἐξ ὧν ἀγνοοῦσι τὰ τῆς
τέχνης ἐπίκαιρα κατηγορεῖν Ἱπποκράτους. καίτοι γε ἀντιστρέψας
ἄν τις, εἰ μὲν ἤτοι ψυχθείη τῶν στερεῶν σωμάτων
ἢ θερμανθείη, ῥᾳδίαν ἔσεσθαί φησι τῆς εἰς
τὰ κατὰ φύσιν ἐπάνοδον αὐτῷ, καθάπερ γε καὶ εἰ πυκνωθείη
ποτὲ ἢ μανώτερον γεννηθείη. τό τε γὰρ ψυχθὲν θερμῆναι
καὶ τὸ θερμαθὲν ψύξαι καὶ τό τε πυκνωθὲν ἀραιῶσαι
καὶ τὸ μανωθὲν πυκνῶσαι χαλεπὸν οὐδέν. ἐμπεπλασμένον
δὲ χυμὸν ἢ γλίσχρον ἢ παχὺν ἐν σαρκώδεσι μορίοις
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]