Adversus Julianum (Against Julian)
Kühn 1829
ἐκκενῶσαι χαλεπώτατον. ὅπου γὰρ δὴ καὶ τὸν ἐκ τούτων
τῶν ἀγγείων τῶν ἀραιῶν ἐκκαθῆραι ῥύπον οὐκ εὐπετές, ἦ
πού γε τῶν σαρκοειδῶν ἕτοιμον. ὥστε πάνυ μοχθηρὸς ὁ
λόγος αὐτὰς ἐν ὑγροῖς αἰτίοις ἐναντιωτέρας εἶναι φάσκων
ἀεὶ τῶν ἐν τοῖς στερεοῖς. εἰ μὲν γὰρ ἁπλῶς πλῆθος εἴη,
καθ’ ὅλην τοῦ ζώου τὴν ἕξιν ἐν τοῖς ἀγγείοις περιεχόμενον,
ὅπερ ἰδίως ὀνομάζουσι πλῆθος, ἕτοιμόν τε παραχρῆμα κενῶσαι
τοῦτο καὶ τῶν συμπτωμάτων ὁ κάμνων ἀπαλλαγήσεται
δι’ αὐτοῦ. κακοχυμίας δέ τινος ἢ διαφθορᾶς ὑπαρχούσης
ἀδύνατόν ἐστι διὰ κενώσεως ἀθρόας ἰάσασθαι τὸν
ἄνθρωπον, καὶ μέντοι καὶ φαίνεται ταῦθ’ οὕτως γιγνόμενα.
πολλοὶ μὲν γὰρ βαρυνόμενοί τε τὸ σῶμα καὶ τάσεως αἰσθανόμενοι
παραχρῆμα τῶν συμπτωμάτων ἀπηλλάγησαν
ἐπὶ ταῖς φλεβοτομίαις. ἔνιοι δὲ μῆνα ὅλον ὑπὸ διαφθορᾶς
ὀχλούμενοι διετέλεσαν, μήτ’ ἀθρόως ἐκκενῶσαι τὸ
μοχθηρὸν αἷμα δυναμένων ἡμῶν μήθ’ ἕτερον ἀντεγχέαι
χρηστόν. ἐκ μὲν γὰρ τῶν σίτων δήπου καλῶς κατεργασθέντων
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]