Adversus Julianum (Against Julian)
Kühn 1829
εἰς διαφθορὰν, δεύτερον δὲ καὶ ἀποκρίνεσθαι, εἴτε δι’ ἔμετον
εἴη εἴτε διὰ γαστρός. αὕτη μὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις·
ἀκούσατε δὲ καὶ πρὸς ἡμῶν ἐν μέρει ὡς τὸ καθαίρεσθαι
πάντας χυμοὺς τὸν εὐέκτην οὐ μᾶλλόν τι τοῦ γεννᾶσθαι
νῦν ἐστι δηλωτικὸν ἢ τοῦ περιέχεσθαι πρόσθεν.
μάτην οὖν εἴρηκε μηδ’ ἑτέραν γε τῶν αἱρέσεων, μήτ’ ἀνατρέπων
ἐξ ἀνάγκης μήτε κατασκευάζων. εἰ δὲ τῶν ὑπαγόντων
τι τὴν γαστέρα διδοῖεν, ἀλλ’ οὐ φαρμακῶδές γε τοῦτό
ἐστιν αὐτοῖς, οὐδ’ ὥσπερ ἀναίσχυντος Θερσίτης δίδομεν
λέγειν καὶ δείκνυμεν, μήτε δοὺς αὐτὸς ἢ δείξας πώποτε,
μηδ’ ἄλλου δόντος ἢ δείξαντος θεασάμενος. οὐ μὴν ἡμεῖς
γε τοιοῦτοι τολμῶντες λέγειν ἢ γράφειν ἃ μὴ πράττομεν,
ἀλλὰ τοῖς ἔργοις αὐτοῖς πρότερον ἀποδεικνύντες τἀληθὲς,
τηνικαῦτα· τὴν ἀμφ’ αὐτὰ τέχνην ἐξηγούμεθα, ἅπερ ἐστὶν
ἀκοῦσαι τῶν ἐκ τῆς ἀγέλης τοῦ Θεσσαλοῦ, πόσους μὲν ὑδερικοὺς
ὑδραγωγῷ φαρμάκῳ καθήρας αὐτίκα τὴν γαστέρα
προσεσταλμένην ἀπέφηνα, πόσους ἰκτεριῶντας χολαγωγῷ
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]