Adversus Julianum (Against Julian)
Kühn 1829
δύο μόνας ἐπίδωμεν ὅστις μὲν αὐτῶν ἐσφάγη. τί
γὰρ ἂν ἄλλο τις εἴποι περὶ τοῦ φλεβοτομηθέντος ὑδεριῶντος;
ὅστις δ’ ὤνηται τὰ μέγιστα. τί, λέγομεν, ὦ οὗτος;
ἆρα ἴσως ἢ παραπλησίως ὁ νῦν εἰρημένος ἔλεγχος ὅσῳ μικρὸν
ἔμπροσθεν ἐγχειρήσας, καθαρτικὸν χολῆς, φησὶ, διδόσθω
τινὶ τῶν ὑδεριόντων, κενώσει μὲν, ὦ οὗτος, καὶ τουτὶ
χολὴν, ἀλλ’ ὀλίγην τε καὶ σὺν οὐδενὶ χρηστῷ· καθαρτικὸν
ὑδατώδους ἰχῶρος διδόσθω τῷ χολῶντι, κενώσει μὲν ὑδατῶδες,
ἀλλ’ ὀλίγον τε καὶ μετὰ βλάβης. πάλιν οὖν διδόσθω
τὸ μὲν ὑδραγωγὸν τῷ τὸν· ἀσκίτην νοσοῦντι, τὸ δὲ
χολαγωγὸν τῷ τὸν ἴκτερον, καὶ πολὺ κενωθήσεται τῶν ἀνθρώπων
ἑκάτερος καὶ σὺν ὠφελείᾳ μεγάλῃ. ταῦτα εἰ μὲν
οὐδέπω ἀνέγνω γεγραμμένα παρὰ τινι τῶν ἰατρῶν ὁ Ἰουλιανὸς,
θαυμάζω τὴν φιλοπονίαν τἀνδρός. ἀναγνοὺς δ’ εἰ
ἐτόλμησε γράφειν ἅπερ ἔγραψεν, ἄξιον ἄγασθαι τὴν σύνεσιν
αὐτοῦ. νομίζω γὰρ ἐγὼ νῦν ἀκούσασι τῶν εἰρημένων ἀρτήσειν
αὐτῶν τὰ ὦτα. Ἰουλιανὸς δ’ ἐν οἷς ἔγραψε περὶ
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]