Adversus Julianum (Against Julian)
Kühn 1829
φάρμακον τοῖς ὑδεριῶσιν. ἑαυτὸν δὲ σωφρονεῖν, οὗ τοῖς
δόγμασιν ἕπεται φλεβοτομεῖν αὐτούς. ὁμοιότατον δὲ τούτοις
αὐτοῦ τοῖς λόγοις ἐστὶ καὶ τὸ διὰ τῶν ἐχομένων εἰρημένων
ἐν τῇδε τῇ ῥήσει· τό τε γίγνεσθαι ἐπὶ τὸ πλεῖστον ἐναλλὰξ
ἐπίτασις τε καὶ ἄνεσις, ὑγεία ἀδιόριστος· ὁμοιούμενός τις,
ὡς πρὸς ἡμῶν κατὰ πᾶν συνεχείας, ἐν τῷ σπανίως ὀλιγάκις
τε φαινομένῳ. ἐν τούτοις Ἰουλιανὸς καταβάλλει τὴν δόξαν
τῶν οἰομένων ἀεὶ σωματικὰς εἶναι τὰς κατασκευὰς τῶν παθῶν,
ταῦτα ὡς μαρτυροῦντα, γράφοντας ἐπιτάσεις καὶ τὰς
ἀνέσεις τῶν νοσημάτων, οἰόμενος συμφωνεῖν μὲν τῇ δόξῃ
τῶν μεθοδικῶν, ἐναντιοῦσθαι δὲ τῇ τοῦ παλαιοῦ. καίτοι
ταὐτὸ τὸ ἐναντιώτατον εὕροις ἄν. αἱ μὲν γὰρ τοῖς στερεοῖς
τοῦ ζώου μέρεσι διαθέσεις ἐστηριγμέναι τ’ εἰσὶ καὶ
μόνιμοι, τὰ δὲ ὑγρὰ καὶ μεταῤῥεῖν εἰκὸς εἰς ἄλλο μόριον
τοῦ ζώου καὶ διαφορεῖσθαι λεπτυνόμενα καὶ κατά τινας
αἰσθητοὺς πόρους ἐκκρίνεσθαι, καὶ ποτὲ μὲν ὑπὸ τῆς διοικούσης
τὰ ζῶα φύσεως πεπτόμενα χρηστότερα γίνεσθαι,
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]