Adversus Julianum (Against Julian)
Kühn 1829
ποτὲ δ’ ὑπὸ πυρετώδους θερμασίας ἀλλοιούμενα μοχθηρότερα,
καὶ τὰ μὲν διαπνεῖσθαι ὑπὸ τῆς πυρετώδους θερμότητος,
τὰ δ’ αὐτῶν βελτίω γίγνεσθαι κεραννύμενα
χρησταῖς τροφαῖς, τὰ δὲ συνδιαφθείρεσθαι ταῖς ἐπιῤῥεούσαις,
ἤτοι γ’ εὐθὺς ἔξωθεν οὔσαις μοχθηραῖς ἢ μὴ καλῶς
ἔτι ἐν τῇ γαστρὶ πεφθείσαις, * * * *
τοὺς δ’ ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένους οὐδὲν δήπου
θαυμαστόν ἐστιν ὡς ἂν ἐκεῖνα τύχῃ κατά τε χώρας ἀθροιζόμενά
τε καὶ σηπόμενα καὶ κενούμενα, τάς τε γενέσεις
ἴσχειν καὶ τὰς παρακμάς. ἀλλ’ ἐν μὲν τούτοις ἀνάσχοιτ’
ἄν τις ἴσως αὐτῶν· ὃ δ’ ἐφεξῆς ἔγραψεν Ἰουλιανὸς οὐκ
ἔτι κοινὸν. ἁπάντων ὑπάρχον, ἀλλ’ ἴδιον ἐξαίρετον ἑαυτῷ,
τοῦτ’ ἤδη σοι δίειμι. ὅλην δ’ ἄμεινόν μοι δοκεῖ παραγράψαι
τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα πώς ἐστιν ἔχουσαν ὧδε.
ὅτι δ’ ἀδιανόητον ἐπὶ πλῆθος ἢ διαφθορὰν, ὃ ἄν τι πρὸς
τοῦ νῦν τιθέναι, ἀναφέρειν τὸ ποιητικὸν τῆς νόσου, τί δ’
ἄν τις συμμελέστατα διαγνοίη τοῦ πάθους δι’ ὅλου τοῦ
σώματος ἀπιόντος; ἀναγκαῖον ὁμολογεῖν πάντα περιττεύειν
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]