Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Articulis (On Hippocrates' Joints)

Kühn 1829

ὅτι περὶ καταγμάτων αὐτῷ καὶ ἐξαρθρημάτων ὁ λόγος ἔσοιτο. κατὰ δὲ τοῦτο πάλιν εὐθὺς ἐν ἀρχῇ τὸν δέ σύνδεσμον ἔγραψεν ἐπὶ προειρημένῳ μέντοι πάντως λεγόμενον, ἀρχόμενον δὲ οὐδέποτε λόγον. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσι σοφίας ὥστε τοῦ Ξενοφῶντος οἰκονομικῶν μνημονεύειν οἰόμενοι μαρτυρεῖν αὐτοῖς ἔθος εἶναι τοῖς παλαιοῖς ἐν ἀρχῇ λόγου χρῆσθαι τῷ δέ συνδέσμῳ, διὰ τοῦτό φασιν ἄρχεσθαι τὸν Ξενοφῶντα τοῦ συγγράμματος οὕτως· ἤκουσα δέ ποτε αὐτοῦ, φησὶ, καὶ περὶ οἰκονομίας τοιάδε μοὶ διαλεγομένου, μὴ γιγνώσκοντες ὅτι τὸ βιβλίον τοῦτο τῶν Σωκρατικῶν ἀπομνημονευμάτων ἐστὶ τὸ ἔσχατον. ἀλλ’ ἐπειδή γε τούτοις αὐτὴ τῶν πραγμάτων ἡ διδασκαλία τὴν ἀκολουθίαν ἐνδείκνυται τῷ περὶ τῶν ἄρθρων συγγράμματι πρὸς τὸ περὶ τῶν ἀγμῶν· ἐπαγγειλάμενος γὰρ ἐν ἐκείνῳ περὶ τῶν ἐκπτώσεών τε καὶ καταγμάτων ἐρεῖν, ὅσα μὴ διῆλθεν ἐν αὐτῷ, κατὰ τοῦτο προσέθηκεν, ὡς μηδὲν λείπειν τῇ πραγματείᾳ διὰ τοῦτο. διὸ καί τινας ἔφην οὐχ ὑπ’ αὐτοῦ λέγειν Ἱπποκράτους εἰς δύο βιβλία τετμῆσθαι τὴν ὅλην πραγματείαν,

Work

Title: Galen: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 300-767

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_109.xml [830 Kb]