In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
μέγεθος δηλονότι τῆς διαρθρώσεως καὶ τῆς βλάβης ἕπεται
μέγεθος. ἐκ τούτων οὖν δῆλον ὡς ἄμεινον ἵστανται καὶ βαδίζουσιν
οἷς εἰς τὴν ἔξω χώραν ὤλισθεν ἡ κεφαλὴ τοῦ μηροῦ,
περὶ ἧς ὀλίγον ὕστερον ἐρεῖ.
Ἥ γε μὴν ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται· οἷσι μὲν
οὖν κατὰ τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι
μὲν τὰ τοῦ ποδὸς ὀστέα ἥκιστα ξυναύξεται. ταῦτα
γὰρ ἐγγυτάτω τοῦ τρώματός εἰσι, τὰ δὲ τῆς κνήμης
ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ ἐνδεεστέρως. αἱ μέντοι
σάρκες μινύθουσιν, οἷσι δ’ ἂν κατὰ μὲν τὸ σφυρὸν μένῃ
τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ, τούτοισι
τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως,
ἀλλὰ βραχύτατον γίνεται. τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός
ἐστιν· τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν,
ἀτὰρ οὐχ ὁμοίως ὥσπερ ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι
τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν ἐστιν. εἰ δὲ οἱ
χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν ἧσσον
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]