In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
Μαρτύριον δέ τι ἓν ἔσται ἐν τοῖσιν ὀλίγον ὕστερον εἰρησομένοισιν,
ὅτι ταῦτα τοιαῦτά ἐστι.
Τίνα λέγει τοιαῦτα τὰ ἔκτεινε, καίτοι τὸ μαρτύριον ἐρεῖν ἐπαγγέλλεται; ὅτι καὶ τῶν παρὰ φύσιν ἐχόντων αὐτῶν τὰ μὲν ἧττον κινούμενα μᾶλλον ἀναυξῆ καὶ ἄτροφα γίγνεται. ἐπηγγείλατο μὲν ὁ αὐτὸς δείξειν ὁ Ἱπποκράτης ἐπὶ τῶν ὀλίγον ὕστερον εἰρησομένων. ἐγὼ δ’ ὅταν ἐπὶ τῶν λέξεων ἔνεστι τοῦτο πράττειν, τηνικαῦτα ἀναμνήσω τοῦ λόγου.
Ὁκόσοισι δ’ ἂν ἐς τὸ ἔξω ἡ τοῦ μηροῦ κεφαλὴ ἐκβῇ, τούτοισι βραχύτερον μὲν τὸ σκέλος φαίνεται, παρατεινόμενον παρὰ τὸ ἕτερον εἰκότως· οὐ γὰρ ἐπ’ ὀστέον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὡς ὅτε εἴσω ἐξέπιπτεν, ἀλλὰ παρ’ ὀστέον παρεγκεκλιμένην τὴν φύσιν ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ, διὰWork
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]