In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
Καὶ τοῦτο γίνεται τῶν ὄπισθεν μυῶν ἀντιβαινόντων τῇ κάμψει διὰ τὸ μὴ δύνασθαι μέχρι πλείστου τὴν ἔκτασιν ὑπομένειν ἐν τῷ τοιούτῳ σχήματι.
Οἷσι μὲν οὖν τετελειωμένοισιν ἤδη ἐκπεσὸν τὸ ἄρθρον μὴ ἐμπέσῃ, τούτοισι βραχύτερον μὲν φαίνεται τὸ σύμπαν σκέλος, ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ οὐ δύνανται καθικνέεσθαι ἐπὶ τῆς γῆς, τῷ δὲ στήθει τοῦ ποδὸς βαίνουσι ἐπὶ τὴν γῆν. ὀλίγον δὲ εἰς τὸ ἔσω μέρος ῥέπουσι τοῖσι δακτύλοισιν ἄκροισιν. ὀχέειν δὲ δύναται τὸ σῶμα τὸ σιναρὸν σκέλος τούτοισι πολλῷ μᾶλλον ἢ οἷσιν ἂν ἐς τὸ ἔσω μέρος ἐκπεπτώκῃ, ἅμα μὲν ὅτι ἡ κεφαλὴ τοῦ μηροῦ καὶ ὁ αὐχὴν τοῦ ἄρθρου πλάγιος φύσει πεφυκὼς ὑπὸ συχνῷ μέρει τοῦ ἰσχίου τὴν ὑπόστασιν πεποίηται, ἅμα δὲ ἄκρος ὁ ποὺς οὐκ ἐς τὸ ἔξω μέρος ἀναγκάζεται ἐγκεκλεῖσθαι, ἀλλ’ ἐγγύς ἐστι τῆς ἰθυωρίης τῆς κατὰ τὸ σῶμα καὶ τείνει καὶ ἐσωτέρω.Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]