In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
χώραν, καθόσον δὲ μαλακαὶ ῥᾳδίως ἀνατρέπονται,
παραδέχουσαι τὰς κεφαλὰς ἑξῆς τῶν ἐξισταμένων φαλακρῶν
ὀστῶν, ὥστε ἀνίστασθαι τὰ κατὰ τὰς ἐκπτώσεις ἑκατέροις.
εἰ μέντοι τις εὔσαρκος φύσει κατά τινα καιρὸν ἰσχνότερος
ἑαυτοῦ γίνηται, ῥᾷον ἂν ἐκπίπτει τε τούτῳ καὶ αὖθις ἐμπίπτει
κατὰ τὸν καιρὸν ἐκεῖνον ἢ πρόσθεν, ὥσπερ καὶ εἰ
σαρκωθείη τις ὢν φύσει λεπτὸς, ἐκπίπτει τ’ ἂν αὐτῷ μόγις,
ἐμβάλλοιτό τε χαλεπῶς, τούτου τε λόγου τὰ
κατὰ τοὺς βοῦς φαινόμενα γράφει μαρτύρια σαφῶς ἑρμηνεύων,
ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι, πλὴν εἰ λέξις τις
εἴη μία που καὶ δύο τοιαῦται, περὶ ὧν ἐπισημανοῦμαι κἀγώ.
Καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει ὅτι πάντων τῶν προβάτων
βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ
βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι
τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λεπτύνονται·
τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχεῖαν
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]